# Alphabeticum paraeneticum 1 (e cod. Patm. 33) 001

Gregory of Nazianzus, Alphabeticum paraeneticum 1 (e cod. Patm. 33), Edition urn:cts:greekLit:tlg2022.tlg014.local001. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/alphabeticum-paraeneticum-1-e-cod-patm-33/001

Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν. Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν. Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ. Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις. Ἔργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ. Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος. Ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔσῃ. Καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον. Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει. Ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας. Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα. Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ. Νήφων προςεύχου τῷ Θεῷ καθ' ἡμέραν. Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ. Ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους. Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως. Ῥάβδον σεαυτῷ τὴν συνείδησιν φέρε. Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν[θέοι]ς. Τὰς τῶν πενήτων ψυχαγώγησον λύπας. Ὑπὲρ σεαυτὸν τοὺς πέλας καλῶς θέλε. Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν. Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν. Ψεῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει. Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.

---

Gregorius Nazianzenus Theol., Alphabeticum paraeneticum 1 (e cod. Patm. 33). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg014.local001/.
