# De Filio (Orat. 29) 11

Gregory of Nazianzus, De Filio (Orat. 29), Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-29/11

ταῦτα μὲν οὔ φασι, κοινὰ γὰρ καὶ ἄλλων. ὃ δὲ μόνου θεοῦ καὶ ἴδιον, τοῦτο οὐσία. οὐκ ἂν μὲν συγχωρήσαιεν εἶναι μόνου θεοῦ τὸ ἀγέννητον οἱ καὶ τὴν ὕλην καὶ τὴν ἰδέαν συνεισάγοντες ὡς ἀγέννητα. τὸ γὰρ Μανιχαίων πορρωτέρω ῥίψωμεν σκότος. πλὴν ἔστω μόνου θεοῦ. τί δὲ ὁ Ἀδάμ; οὐ μόνος πλάσμα θεοῦ; καὶ πάνυ, φήσεις. ἆρ’ οὖν καὶ μόνος ἄνθρωπος; οὐδαμῶς. τί δή ποτε; ὅτι μὴ ἀνθρωπότης ἡ πλάσις· καὶ γὰρ τὸ γεννηθὲν ἄνθρωπος. οὕτως οὐδὲ τὸ ἀγέννητον μόνον θεός, εἰ καὶ μόνου πατρός, ἁλλὰ δέξαι καὶ τὸ γεννητὸν εἶναι θεόν. ἐκ θεοῦ γάρ, εἰ καὶ λίαν εἰ φιλαγέννητος. ἔπειτα πῶς οὐσίαν θεοῦ λέγεις, οὐ τὴν τοῦ ὄντος θέσιν, ἁλλὰ τὴν τοῦ μὴ ὄντος ἀναίρεσιν; τὸ γὰρ μὴ ὑπάρχειν αὐτῷ γέννησιν ὁ λόγος δηλοῖ, οὐχ ὃ τὴν φύσιν ἐστὶ παρίστησιν, οὐδ’ ὃ ὑπάρχει τὸ μὴ ἔχον γέννησιν. τίς οὖν οὐσία θεοῦ; τῆς σῆς ἀπονοίας τοῦτο λέγειν, ὃς πολυπραγμονεῖς καὶ τὴν γέννησιν. ἡμῖν δὲ μέγα, κἂν εἴποτε καὶ εἰς ὕστερον τοῦτο μάθοιμεν, λυθέντος ἡμῖν τοῦ ζόφου καὶ τῆς παχύτητος, ὡς ἡ τοῦ ἀψευδοῦς ὑπόσχεσις. τοῦτο μὲν οὖν καὶ νοείσθω καὶ ἐλπιζέσθω τοῖς ἐπὶ τούτῳ καθαιρομένοις. ἡμεῖς δὲ τοσοῦτον εἰπεῖν θαρρήσομεν, ὅτι εἰ καὶ μέγα τῷ πατρὶ τὸ μηδαμόθεν ὡρμῆσθαι, οὐκ ἔλαττον τῷ υἱῷ τὸ ἐκ τοιούτου πατρός. τῆς τε γὰρ τοῦ ἀναιτίου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀναιτίου, καὶ πρόσεστι τὸ τῆς γεννήσεως, πρᾶγμα τοσοῦτον καὶ οὕτω σεβάσμιον τοῖς μὴ πάντῃ χαμαιπετέσι καὶ ὑλικοῖς τὴν διάνοιαν.

---

Gregory of Nazianzus, De Filio (Orat. 29), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg009.local001/.
