# De Filio (Orat. 29) 16

Gregory of Nazianzus, De Filio (Orat. 29), Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-29/16

Ἐκεῖνο δὲ πῶς παραδράμωμεν, οὐδενὸς ἧττον τῶν εἰρημένων ὂν ἀξιάγαστον; ‘Ο πατήρ, φησιν, οὐσίας, ἢ ἐνεργείας ὄνομα; ὡς ἀμφοτέρωθεν ἡμᾶς δήσοντες, — εἰ μὲν οὐσίας φήσομεν, συνθησομένους ἑτεροούσιον εἶναι τὸν υἱόν, ἐπειδὴ μία μὲν οὐσία θεοῦ, ταύτην δέ, ὡς οὗτοι, προκατείληφες ὁ πατήρ· εἰ δὲ ἐνεργείας, ποίημα σαφῶς ὁμολογή- σοντας, ἁλλ’ οὐ γέννημα. οὗ γὰρ ὁ ἐνεργῶν, ἐκεῖ πάντως καὶ τὸ ἐνεργούμενον. καὶ πῶς τῷ πεποιηκότι ταὐτὸν τὸ πεποιημένον, θαυμάζειν φήσουσι. σφόδρα ἂν ᾐδέσθην ὑμῶν καὶ αὐτὸς τὴν διαίρεσιν, εἰ τῶν δύο τὸ ἕτερον δέξασθαι ἢν ἀναγκαῖον, ἁλλὰ μὴ τὰ δύο διαφυγόντα τρίτον εἰπεῖν ἀληθέστερον· ὅτι οὔτε οὐσίας ὄνομα ὁ πατήρ, ὦ σοφώτατοι, οὔτε ἐνεργείας, σχέσεως δὲ καὶ τοῦ πῶς ἔχει πρὸς τὸν υἱὸν ὁ πατήρ, ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. ὡς γὰρ παρ’ ἡμῖν αἱ κλήσεις αὗται τὸ γνήσιον καὶ οἰκεῖον γνωρίζουσιν, οὕτω κἀκεῖ τὴν τοῦ γεγεννημένου πρὸς τὸ γεγεννηκὸς ὁμοφυίαν σημαίνουσιν. ἔστω δέ, ὑμῶν χάριν, καὶ οὐσία τις ὁ πατήρ· συνεισάξει τὸν υἱόν, οὐκ ἀλλοτριώσει, κατὰ τὰς κοινὰς ἐννοίας καὶ τὴν τῶν κλήσεων τούτων δύναμιν. ἔστω καὶ ἐνεργείας,εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε. αὐτὸ δὲ τοῦτο ἐνηργηκὼς ἂν εἴη τὸ ὁμοούσιον, εἰ καὶ ἄτοπος ἄλλως ἡ τῆς περὶ τοῦτο ἐνεργείας ὑπόληψις. ὁρᾶς ὅπως ὑμῶν, καὶ κακομαχεῖν ἐθελόντων, τὰς στροφὰς διαφεύγομεν; ἐπεὶ δέ σου τὸ ἐν τοῖς λογισμοῖς καὶ ταῖς στροφαῖς ἄμαχον ἔγνωμεν, ἴδωμέν σου καὶ τὴν ἐκ τῶν θείων λογίων ἰσχύν, ἃν ἄρα δέξῃ κἀντεῦθεν πείθειν ἡμᾶς.

---

Gregory of Nazianzus, De Filio (Orat. 29), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg009.local001/.
