# De Filio (Orat. 29) 8

Gregory of Nazianzus, De Filio (Orat. 29), Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-29/8

Πῶς οὖν γεγέννηται; οὐκ ἂν ἢν μεγάλη ἡ γέννησις, εἰ σοὶ κατελαμβάνετο, ὃς οὐδὲ τὴν ἰδίαν ἐπίστῃ γέννησιν, ἢ μικρόν τι ταύτης κατείληφας, καὶ ὅσον αἰσχύνῃ λέγειν· ἔπειτα οἴει τὸ πᾶν γινώσκειν; πολλὰ ἂν κάμοις πρότερον, ἢ εὕροις λόγους συμπήξεως, μορφώσεως, φανερώσεως, ψυχῆς πρὸς σῶμα δεσμόν, νοῦ πρὸς ψυχήν, λόγου πρὸς νοῦν, κίνησιν, αὔξησιν, τροφῆς ἐξομοίωσιν, αἴσθησιν, μνήμην, ἀνάμνησιν, τἄλλα ἐξ ὧν συνέστηκας· καὶ τίνα μὲν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, τίνα δὲ τὰ μεμερισμένα, τίνα δὲ ἃ παρ’ ἀλλήλων λαμβάνουσιν· ὧν γὰρ ὕστερον ἡ τελείωσις, τούτων οἱ λόγοι μετὰ τῆς γεννήσεως. εἰπὲ τίνες· καὶ μηδὲ τότε φιλοσοφήσῃς θεοῦ γέννησιν· οὐ γὰρ ἀσφαλές. εἰ μὲν γὰρ τὴν σὴν γινώσκεις, οὐ πάντως καὶ τὴν τοῦ θεοῦ· εἰ δὲ μηδὲ τὴν σήν, πῶς τὴν τοῦ θεοῦ; ὅσῳ γὰρ θεὸς ἀνθρώπου δυστεκμαρτότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀληπτοτέρα ἡ ἄνω γέν- νησις. εἰ δὲ ὅτι μή σοι κατείληπται, διὰ τοῦτο οὐδὲ γεγέννηται, ὥρα σοι πολλὰ διαγράφειν τῶν ὄντων, ἃ μὴ κατείληφας, καὶ πρό γε ἁπάντων τὸν θεὸν αὐτόν· οὐδὲ γὰρ ὅ τι ποτέ ἐστιν εἰπεῖν ἔχεις, καὶ εἰ λίαν τολμηρὸς εἰ, καὶ τὰ περιττὰ μεγαλόψυχος. κατάβαλέ σου τὰς ῥεύσεις, καὶ τὰς διαιρέσεις, καὶ τὰς τομάς, καὶ τὸ ὡς περὶ σώματος διανοεῖσθαι τῆς ἀσωμάτου φύσεως· καὶ τάχα ἃν ἄξιόν τι διανοηθείης θεοῦ γεννήσεως. πῶς γεγέννηται; πάλιν γὰρ τὸ αὐτὸ φθέγξομαι δυσχεραίνων. θεοῦ γέννησις σιωπῇ τιμάσθω. μέγα σοι τὸ μαθεῖν, ὅτι γεγέννηται. τὸ δὲ πῶς, οὐδὲ ἀγγέλοις ἐννοεῖν, μὴ ὅτι γέ σοι νοεῖν συγχωρήσομεν. βούλει παραστήσω τὸ πῶς; ὡς οἶδεν ὁ γεννήσας πατήρ, καὶ ὁ γεννηθεὶς υἱός. τὸ δὲ ὑπὲρ ταῦτα νέφει κρύπτεται, τὴν σὴν διαφεῦγον ἀμβλυωπίαν.

---

Gregory of Nazianzus, De Filio (Orat. 29), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg009.local001/.
