# De Filio (Orat. 30) 12

Gregory of Nazianzus, De Filio (Orat. 30), Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-30/12

Ἕβδομον λεγέσθω τὸ καταβεβηκέναι ἐκ τοῦ οὐρανοῦ τὸν υἱόν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τοῦ πέμψαντος. εἰ μὲν οὖν μὴ παρὰ τοῦ κατεληλυθότος αὐτοῦ ταῦτα ἐλέγετο, εἴπομεν ἂν ὡς παρὰ τοῦ ἀνθρώπου τυποῦσθαι τὸν λόγον, οὐ τοῦ κατὰ τὸν σωτῆρα νοουμένου, — τὸ γὰρ ἐκείνου θέλειν οὐδὲ ὑπεναντίον θεῷ, θεωθὲν ὅλον, — ἁλλὰ τοῦ καθ’ ἡμᾶς· ὡς τοῦ ἀνθρωπίνου θελήματος οὐ πάντως ἑπομένου τῷ θείῳ, ἀλλ’ ἀντιπίπτοντος, ὡς τὰ πολλά, καὶ ἀντιπαλαίοντος. καὶ γὰρ ἐκεῖνο οὕτως ἐνοήσαμεν τό· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὃ ἐγὼ θέλω, ἀλλὰ τὸ σὸν ἰσχυέτω θέλημα. οὔτε γάρ, εἰ δυνατὸν ἢ μή, τοῦτο ἀγνοεῖν ἐκεῖνον εἰκός, οὔτε τῷ θελήματι ἀντεισφέρειν τὸ θέλημα. ἐπεὶ δὲ ὡς παρὰ τοῦ προσλαβόντος ὁ λόγος, τοῦτο γὰρ τὸ κατεληλυθός, οὐ τοῦ προσλήμματος, οὕτως ἀπαντησόμεθα. οὐχ ὡς ὄντος ἰδίου τῷ υἱῷ θελήματος παρὰ τὸ τοῦ πατρός, ἀλλ’ ὡς οὐκ ὄντος ὁ λόγος· ἵν ᾖ τοιοῦτον τὸ συναγόμενον· Οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, οὐδὲ γάρ ἐστι τὸ ἐμὸν τοῦ σοῦ κεχωρισμένον, ἀλλὰ τὸ κοινὸν ἐμοῦ τε καὶ σοῦ, ὧν ὡς μία θεότης, οὕτω καὶ βούλησις. πολλὰ γὰρ τῶν οὕτω λεγομένων ἀπὸ κοινοῦ λέγεται, καὶ οὐ θετικῶς, ἀρνητικῶς δέ, ὡς τό· Οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα· οὔτε γὰρ δίδωσιν, οὔτε μεμετρημένον, οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός· καὶ τό· Οὔτε ἡ ἁμαρτία μου, οὔτε ἡ ἀνομία μου· οὐ γὰρ ὡς οὔσης ὁ λόγος, ἁλλ’ ὡς οὐκ οὔσης· καὶ πάλιν τό· Οὐ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἂς ἐποιήσαμεν· οὐ γὰρ ἐποιήσαμεν. δῆλον δὲ τοῦτο κἂν τοῖς ἑξῆς· τί γάρ, φησι, τὸ θέλημα τοῦ πατρός ; ἵνα πᾶς ὁ πιστεύων εἰς τὸν υἱὸν σώζηται, καὶ τυγχάνῃ τῆς τελευταίας ἀναστάσεως, εἴτουν ἀποκαταστάσεως. ἆρ’ οὖν τοῦ πατρὸς μὲν τοῦτο θέλημα, τοῦ υἱοῦ δὲ οὐδαμῶς ; ἢ ἄκων εὐαγγελίζεται καὶ πιστεύεται; καὶ τίς ἂν τοῦτο πιστεύσειεν ; ἐπεὶ καὶ τὸ τὸν λόγον τὸν ἀκουόμενον μὴ εἶναι τοῦ υἱοῦ, τοῦ πατρὸς δέ, τὴν αὐτὴν ἔχει δύναμιν. πῶς γὰρ ἴδιόν τινος τὸ κοινόν, ἢ μόνου, τοῦτο συνιδεῖν οὐκ ἔχω, πολλὰ σκοπῶν· οἶμαι δέ, οὐδὲ ἄλλος τις. ἂν οὕτω νοῇς περὶ τοῦ θέλειν, ὀρθῶς νοήσεις καὶ λίαν εὐσεβῶς, ὡς ὁ ἐμὸς λόγος, καὶ παντὸς τοῦ εὐγνώμονος.

---

Gregorius Nazianzenus, De Filio (Orat. 30), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg010.local001/.
