# De Filio (Orat. 30) 14

Gregory of Nazianzus, De Filio (Orat. 30), Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-30/14

Ἐννατον ἐκεῖνο φήσουσι τό· Πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ ἡμῶν. εὖ γε καὶ λίαν μυστικῶς τε καὶ φιλανθρώπως. τὸ γὰρ ἐντυγχάνειν οὐχ, ὡς ἡ τῶν πολλῶν συνήθεια, τὸ ζητεῖν ἐκδίκησιν ἔχει· τοῦτο γάρ πὼς καὶ ταπεινότητος· ἁλλὰ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ πνεῦμα ὑπὲρ ἡμῶν ἐντυγχάνειν λέγεται. Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς χριστός. πρεσβεύει γὰρ ἔτι καὶ νῦν, ὡς ἄνθρωπος, ὑπὲρ τῆς ἐμῆς σωτηρίας, ὅτι μετὰ τοῦ σώματός ἐστιν, οὗ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεὸν τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη καί, χωρὶς τῆς ἁμαρτίας, ἡμέτερα. οὕτω δὲ καὶ παράκλητον ἔχομεν Ἰησοῦν οὐχ ὡς ὑπὲρ ἡμῶν προκαλινδούμενον τοῦ πατρός, καἲ προσπίπτοντα δουλικῶς. ἄπαγε τὴν δούλην ὄντως ὑπόνοιαν, καὶ ἀναξίαν τοῦ πνεύματος. οὔτε γὰρ τοῦ πατρὸς τοῦτο ἐπιζητεῖν, οὔτε τοῦ υἱοῦ πάσχειν, ἢ ὡς περὶ θεοῦ διανοεῖσθαι δίκαιον· ἀλλ’ οἷς πέπονθεν, ὡς ἄνθρωπος, πείθει καρτερεῖν, ὡς λόγος καὶ παραινέτης. τοῦτο νοεῖταί μοι ἢ παράκλησις.

---

Gregorius Nazianzenus, De Filio (Orat. 30), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg010.local001/.
