# De Filio (Orat. 30) 2

Gregory of Nazianzus, De Filio (Orat. 30), Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-30/2

Ἔστι γὰρ ἓν μὲν αὐτοῖς ἐκεῖνο καὶ λίαν πρόχειρον τό· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. πρὸς ὃ πῶς ἀπαντησόμεθα; οὐ Σολομῶντος κατηγορήσομεν; οὐ τὰ πρὶν ἀθετήσομεν διὰ τὴν τελευταίαν παράπτωσιν; οὐχὶ τῆς σοφίας αὐτῆς ἐροῦμεν εἶναι τὸν λόγον, τῆς οἷον ἐπιστήμης καὶ τοῦ τεχνίτου λόγου, καθ’ ὃν τὰ πάντα συνέστη; πολλὰ γὰρ ἡ γραφὴ προσωποποιεῖν οἶδε καὶ τῶν ἀψύχων, ὡς τό· Ἡ θάλασσα εἶπε τάδε καὶ τάδε· καί, Ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί· καί, Οἱ οὐρανοὶ διηγούμενοι δόξαν θεοῦ· καὶ πάλιν ῥομφαία τι διακε- λεύεται, καὶ ὄρη καὶ βουνοὶ λόγους ἐρωτῶνται σκιρτήσεως. τούτων οὐδέν φαμεν, εἰ καί τισι τῶν πρὸ ἡμῶν ὡς ἰσχυρὰ τέθειται. ἀλλ’ ἔστω τοῦ σωτῆρος αὐτοῦ, τῆς ἀληθινῆς σοφίας, ὁ λόγος. μικρὸν δὲ συνδιασκεψώμεθα. τί τῶν ὄντων ἀναίτιον; θεότης. οὐδεὶς γὰρ αἰτίαν εἰπεῖν ἔχει θεοῦ· ἢ τοῦτο ἂν εἴη θεοῦ πρεσβύτερον. τίς δὲ τῆς ἀνθρωπότητος, ἢν δι’ ἡμᾶς ὑπέστη θεός, αἰτία; τὸ σωθῆναι πάντως ἡμᾶς. τί γὰρ ἕτερον; ἐπειδὴ τοίνυν ἐνταῦθα καὶ τὸ ἔκτισε καὶ τὸ Γεννᾷ με σαφῶς εὑρίσκομεν, ἁπλοῦς ὁ λόγος. ὃ μὲν ἂν μετὰ τῆς αἰτίας εὑρίσκωμεν, προσθῶμεν τῇ ἀνθρωπότητι· δ δὲ ἁπλοῦν καὶ ἀναίτιον, τῇ θεότητι λογισώμεθα. ἆρ’ οὖν οὐ τὸ μὲν ἔκτισεν εἴρηται μετὰ τῆς αἰτίας; Ἔκτισε γάρ μέ, φησιν, ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. ἔργα δὲ χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις, ὧν ἕνεκεν ἐχρίσθη θεότητι. χρίσις γὰρ αὕτη τῆς ἀνθρωπό- τητος. τὸ δὲ Γεννᾷ με χωρὶς αἰτίας· ἢ δεῖξόν τι τούτῳ προσκείμενον. τίς οὖν ἀντερεῖ λόγος, κτίσμα μὲν λέγεσθαι τὴν σοφίαν κατὰ τὴν κάτω γέννησιν, γέννημα δὲ κατὰ τὴν πρώτην καὶ πλέον ἄληπτον;

---

Gregorius Nazianzenus, De Filio (Orat. 30), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg010.local001/.
