# De Filio (Orat. 30) 5

Gregory of Nazianzus, De Filio (Orat. 30), Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-30/5

τούτῳ σύναπτε καὶ τὴν ὑποταγήν, ἢν ὑποτάσσεις τῷ πατρὶ τὸν υἱόν. τί, λέγεις, ὡς νῦν οὐχ ὑποτεταγμένου ; δεῖται δὲ ὅλως ὑποταγῆναι θεῷ θεὸς ὤν ; ὡς περὶ λῃστοῦ τινός, ἢ ἀντιθέου, ποιῇ τὸν λόγον. ἀλλ’ οὕτω σκόπει· ὅτι ὥσπερ κατάρα ἤκουσε δι’ ἐμὲ ὁ τὴν ἐμὴν λύων κατάραν· καὶ ἁμαρτία ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ Ἀδὰμ ἀντὶ τοῦ παλαιοῦ γίνεται νέος· οὕτω καὶ τὸ ἐμὸν ἀνυπότακτον ἑαυτοῦ ποιεῖται, ὡς κεφαλὴ τοῦ παντὸς σώματος. ἕως μὲν οὖν ἀνυπότακτος ἐγὼ καὶ στασιώδης, τῇ τε ἀρνήσει τοῦ θεοῦ καὶ τοῖς πάθεσιν, ἀνυπότακτος τὸ κατ’ ἐμὲ καὶ Χριστὸς λέγεται. ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, — ὑποταγήσεται δὲ καὶ τῆ ἐπιγνώσει καὶ τῇ μεταποιήσει, — τότε καὶ αὐτὸς τὴν ὑποταγὴν πεπλήρωκε, προσάγων ἐμὲ τὸν σεσωσμένον. τοῦτο γὰρ ἡ ὑποταγὴ Χριστοῦ, κατά γε τὸν ἐμὸν λόγον, ἡ τοῦ πατρικοῦ θελήματος πλήρωσις. ὑποτάσσει δὲ καὶ υἱὸς πατρί, καὶ υἱῷ πατήρ· ὁ μὲν ἐνεργῶν, ὁ δὲ εὐδοκῶν, ὂ καὶ πρότερον εἴπομεν. καὶ οὕτω τὸ ὑποτεταγμένον ὁ ὑποτάξας θεῷ παρίστησιν, ἑαυτοῦ ποιούμενος τὸ ἡμέτερον. τοιοῦτον εἶναί μοι φαίνεται καὶ τό· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι, ἵνα τί ἐγκατέλιπές με ; οὐ γὰρ αὐτὸς ἐγκαταλέλειπται, ἢ ὑπὸ τοῦ πατρός, ἢ ὑπὸ τῆς ἑαυτοῦ θεότητος, ὃ δοκεῖ τισίν, ὡς ἃν φοβουμένης τὸ πάθος, καὶ διὰ τοῦτο συστελλομένης ἀπὸ τοῦ πάσχοντος. τίς γὰρ ἢ γεννηθῆναι κάτω τὴν ἀρχήν, ἢ ἐπὶ τὸν σταυρὸν ἀνελθεῖν ἠνάγκασεν; ἐν ἑαυτῷ δέ, ὅπερ εἶπον, τυποῖ τὸ ἡμέτερον. ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι καὶ παρεωραμένοι πρότερον, εἶτα νῦν προσειλημμένοι καὶ σεσωσμένοι τοῖς τοῦ ἀπαθοῦς πάθεσιν· ὥσπερ καὶ τὴν ἀφροσύνην ἡμῶν καὶ τὸ πλημμελὲς οἰκειούμενος τὰ ἑξῆς διὰ τοῦ ψαλμοῦ φησίν· ἐπειδὴ προδήλως εἰς Χριστὸν ὁ εἰκοστὸς πρῶτος ψαλμὸς ἀναφέρεται.

---

Gregorius Nazianzenus, De Filio (Orat. 30), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg010.local001/.
