# De Filio (Orat. 30) 7

Gregory of Nazianzus, De Filio (Orat. 30), Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-filio-orat-30/7

τρίτον ἀρίθμει τό· μεῖζον· τέταρτον τό· θεόν μου καὶ θεὸν ὑμῶν. εἰ μὲν οὖν μείζων μὲν ἐλέγετο, μὴ ἴσος δέ, τάχα ἂν ἦν τι τοῦτο αὐτοῖς· εἰ δὲ ἀμφότερα σαφῶς εὑρίσκομεν, τί φήσουσιν οἱ γεννάδαι; τί τὸ ἰσχυρὸν αὐτοῖς ; πῶς συμβήσεται τὰ ἀσύμβατα ; τὸ γὰρ αὐτὸ τοῦ αὐτοῦ ὁμοίως μεῖζον καὶ ἴσον εἶναι τῶν ἀδυνάτων· ἢ δῆλον ὅτι τὸ μεῖζον μέν ἐστι τῆς αἰτίας, τὸ δὲ ἴσον τῆς φύσεως ; καὶ τοῦτο ὑπὸ πολλῆς εὐγνωμοσύνης ὁμολογοῦμεν ἡμεῖς. τάχα δ’ ἂν εἴποι τις ἄλλος τῷ ἡμετέρῳ λόγῳ προσφιλονεικ[ῶν, μὴ ἔλαττον εἶναι τὸ ἐκ τοιαύτης αἰτίας εἶναι τοῦ ἀναιτίου. τῆς τε γὰρ τοῦ ἀνάρχου δόξης μετέχοι ἄν, ὅτι ἐκ τοῦ ἀνάρχου · καὶ πρόσεστιν ἡ γέννησις, πρᾶγμα τοσοῦτον, τοῖς γε νοῦν ἔχουσι, καὶ οὕτω σεβάσμιον. τὸ γὰρ δὴ λέγειν, ὅτι τοῦ κατὰ τὸν ἄνθρωπον νοουμένου μείζων, ἀληθὲς μέν, οὐ μέγα δέ. τί γὰρ τὸ θαυμαστόν, εἰ μείζων ἀνθρώπου θεός ; ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς τὸ μεῖζον κομπάζοντας.

---

Gregorius Nazianzenus, De Filio (Orat. 30), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg010.local001/.
