Ancient Greek
Chapter 1
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 1
Not analysed yet
Ὁ μὲν δὴ περὶ τοῦ υἱοῦ λόγος τοιοῦτος· καὶ οὕτω διαπέφευγε τοὺς λιθάζοντας, διελθὼν διὰ μέσου αὐτῶν. ὁ λόγος γὰρ οὐ λιθάζεται, λιθοβολεῖ δέ, ὅταν ἐθέλῃ, καὶ σφενδονᾷ θηρία, λόγους κακῶς τῷ ὄρει προσβαίνοντας. τί δ’ ἂν εἴποις, φασί, περὶ τοῦ ἁγίου πνεύματος ; πόθεν ἡμῖν ἐπεισάγεις ξένον θεὸν καὶ ἄγραφον ; τοῦτο ἤδη καὶ οἱ περὶ τὸν υἱὸν μετριάζοντες. ὅπερ γὰρ ἐπὶ τῶν ὁδῶν εὑρεῖν ἐστὶ καὶ τῶν ποταμῶν, σχίζονταί τε ἀπ’ ἀλλήλων, καὶ εἰς ἄλληλα συνάγονται· τοῦτο κἀνταῦθα συμβαίνει διὰ τὸν πλοῦτον τῆς ἀσεβείας, καὶ τοὺς τὰ ἄλλα διεστῶτας ἐν ἄλλοις συμφέρεσθαι, ὥστε μηδὲ γινώσκειν καθαρῶς δύνασθαι τὸ συμφέρον ἢ τὸ μαχόμενον.