# De Spiritu Sancto (Orat. 31) 11

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/11

Ὁ Ἀδὰμ τί ποτε ἦν ; πλάσμα θεοῦ. τί δὲ ἡ Εὖα; τμῆμα τοῦ πλάσματος. τί δὲ ὁ Σήθ; γέννημα. ἆρ’ οὖν ταὐτόν σοι φαίνεται πλάσμα, καὶ τμῆμα, καὶ γέννημα; πῶς οὔ; ὁμοούσια δὲ ταῦτα, ἢ τί; πῶς δ’ οὔ; ὡμολόγηται οὖν καὶ τὰ διαφόρως ὑποστάντα τῆς αὐτῆς εἶναι οὐσίας ἐνδέχεσθαι. λέγω δὲ ταῦτα, οὐκ ἐπὶ τὴν θεότητα φέρων τὴν πλάσιν, ἢ τὴν τομήν, ἤ τι τῶν ὅσα σώματος, μή μοί τις ἐπιφυέσθω πάλιν τῶν λογομάχων, ἐπὶ δὲ τούτων θεωρῶν, ὡς ἐπὶ σκηνῆς, τὰ νοούμενα. οὐδὲ γὰρ οἷόν τε τῶν εἰκαζομένων οὐδὲν πρὸς πᾶσαν ἐξικνεῖσθαι καθαρῶς τὴν ἀλήθειαν. καὶ τί ταῦτά, φασιν; οὐ γὰρ τοῦ ἑνὸς τὸ μὲν γέννημα, τὸ δὲ ἄλλο τι. τί οὖν; ἡ Eὖα καὶ Σήθ, οὐχὶ τοῦ αὐτοῦ τοῦ Ἀδάμ; τίνος γὰρ ἄλλου; ἢ καὶ ἀμφότεροι γεννήματα ; οὐδαμῶς. ἀλλὰ τί; τὸ μὲν τμῆμα, τὸ δὲ γέννημα. καἰ μὴν ἀμφότεροι ταὐτὸν ἀλλήλοις· ἄνθρωποι γάρ· οὐδεὶς ἀντερεῖ. παύσῃ οὖν ἀπομαχόμενος πρὸς τὸ πνεῦμα, ὡς ἢ γέννημα πάντως, ἢ μὴ ὁμοούσιον, μηδὲ θεόν, καὶ ἐκ τῶν ἀνθρωπίνων τὸ δυνατὸν λαβὼν τῆς ἡμετέρας ὑπολήψεως; ἐγὼ μὲν οἶ μαί σοι καλῶς ἔχειν, εἰ μὴ λίαν ἔγνωκας φιλονεικεῖν, καὶ πρὸς τὰ δῆλα μάχεσθαι.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
