Ancient Greek
Chapter 12
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 12
Not analysed yet
Ἀλλὰ τίς προσεκύνησε τῷ πνεύματί, φησιν ; τίς ἢ τῶν παλαιῶν, ἢ τῶν νέων ; τίς δὲ προσηύξατο ; ποῦ δὲ τὸ χρῆναι προσκυνεῖν ἢ προσεύχεσθαι γέγραπται ; καὶ πόθεν τοῦτο ἔχεις λαβών ; τὴν μὲν τελεωτέραν αἰτίαν ἀποδώσομεν ὕστερον, ἡνίκα ἂν περὶ τοῦ ἀγράφου διαλεγώμεθα. νῦν δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει· τὸ πνεῦμά ἐστιν, ἐν ᾧ προσκυνοῦμεν, καὶ δι’ οὗ προσευχόμεθα. Πνεῦμα γάρ, φησιν, ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καἰ ἀληθείᾳ προσκυνεῖν δεῖ. καὶ πάλιν· Τὸ γὰρ τί προσευξώμεθα, καθ’ ὃ δεῖ, οὐκ οἴδαμεν, ἁλλ’ αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις. καί, Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοί, τοῦτ’ ἐστίν, ἐν νοὶ καὶ πνεύματι. τὸ οὖν προσκυνεῖν τῷ πνεύματι, ἢ προσεύχεσθαι, οὐδὲν ἄλλο εἶναί μοι φαίνεται, ἢ αὐτὸ ἑαυτῷ τὴν εὐχὴν προσάγειν καὶ τὴν προσκύνησιν. ὃ τίς οὐκ ἂν ἐπαινέσειε τῶν ἐνθέων, καὶ τῶν εὖ εἰδότων ὅτι καὶ ἡ τοῦ ἑνὸς προσκύνησις τῶν τριῶν ἐστὶ προσκύνησις, διὰ τὸ ἐν τοῖς τρισὶν ὁμότιμον τῆς ἀξίας καὶ τῆς θεότητος ; καὶ μὴν οὐδὲ ἐκεῖνο φοβηθήσομαι τὸ πάντα διὰ τοῦ υἱοῦ γεγονέναι λέγεσθαι, ὡς ἑνὸς τῶν πάντων ὄντος καὶ τοῦ ἁγίου πνεύματος. πάντα γὰρ ὅσα γέγονεν, εἴρηται, οὐχ ἁπλῶς ἅπαντα· οὐδὲ γὰρ ὁ πατήρ, οὐδ’ ὅσα μὴ γέγονεν. δείξας οὖν ὅτι γέγονε, τότε τῷ υἱῷ δός, καὶ τοῖς κτίσμασι συναρίθμησον. ἕως δ’ ἂν μὴ τοῦτο δεικνύῃς, οὐδὲν τῷ περιληπτικῷ βοηθῇ πρὸς ἀσέβειαν. εἰ μὲν γὰρ γέγονε, διὰ χριστοῦ πάντως· οὐδὲ αὐτὸς ἀρνήσομαι. εἰ δὲ οὐ γέγονε, πῶς ἢ τῶν πάντων ἕν, ἢ διὰ χριστοῦ ; παῦσαι οὖν καὶ τὸν πατέρα κακῶς τιμῶν κατὰ τοῦ μονογενοῦς, —κακὴ δὲ τιμὴ κτίσμα διδόντα τὸ τιμιώτερον υἱὸν ἀποστερεῖν, —καὶ τὸν υἱὸν κατὰ τοῦ πνεύματος. οὐ γὰρ ὁμοδούλου δημιουργός, ἀλλ’ ὁμοτίμῳ συνδοξαζόμενος. μηδὲν μετὰ σεαυτοῦ θῇς τῆς τριάδος, μὴ τῆς τριάδος ἐκπέσῃς. μηδενὶ περικόψῃς τὴν μίαν φύσιν καὶ ὁμοίως σεβάσμιον, ὡς ὅ τι ἂν τῶν τριῶν καθέλῃς, τὸ πᾶν ἔσῃ καθῃρηκώς, μᾶλλον δὲ τοῦ παντὸς ἐκπεπτωκώς. βέλτιον μικρὰν τῆς ἑνώσεως φαντασίαν λαβεῖν, ἢ παντελῆ τολμῆσαι δυσσέβειαν.