# De Spiritu Sancto (Orat. 31) 15

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/15

Τί δέ, οὐχὶ καὶ παρ’ Ἕλλησι, φαῖεν ἄν, μία θεότης, ὡς οἱ τὰ τελεώτερα παρ’ ἐκείνοις φιλοσοφοῦντες, καὶ παρ’ ἡμῖν ἀνθρωπότης μία, τὸ γένος ἅπαν ; ἀλλ’ ὅμως πολλοὶ θεοί, καὶ οὐχ εἷς, ὡς δὲ καὶ ἄνθρωποι; ἀλλ’ ἐκεῖ μὲν ἡ κοινότης τὸ ἓν ἔχει μόνον ἐπινοίᾳ θεωρητόν· τὰ δὲ καθ’ ἕκαστον πλεῖστον ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τοῖς πάθεσι καὶ τῇ δυνάμει μεμερισμένα. ἡμεῖς τε γὰρ οὐ σύνθετοι μόνον, ἀλλὰ καὶ ἀντίθετοι καὶ ἀλλήλοις καὶ ἡμῖν αὐτοῖς, οὐδὲ ἐπὶ μιᾶς ἡμέρας οἱ αὐτοὶ καθαρῶς μένοντες, μὴ ὅτι τὸν ἅπαντα βίον, ἀλλὰ καὶ σώμασι καὶ ψυχαῖς ἀεὶ ῥέοντές τε καὶ μεταπίπτοντες. οὐκ οἶδα δέ, εἰ μὴ καὶ ἄγγελοι καὶ πᾶσα φύσις ἡ ἄνω μετὰ τὴν τριάδα, κἂν ἁπλοῖ τινὲς ὦσι, καὶ πρὸς τὸ καλὸν παγιώτεροι τῆ πρὸς τὸ ἄκρον καλὸν ἐγγύτητι.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
