# De Spiritu Sancto (Orat. 31) 2

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/2

ἔχει μὲν οὖν τι καὶ δυσχερὲς ὁ περὶ τοῦ πνεύματος λόγος, οὐ μόνον ὅτι ἐν τοῖς περὶ τοῦ υἱοῦ λόγοις ἀποκαμόντες οἱ ἄνθρωποι θερμότερον τῷ πνεύματι προσπαλαίουσι· χρὴ γάρ τι πάντως αὐτοὺς ἀσεβεῖν, ἢ οὐδὲ βιωτός ἐστιν αὐτοῖς ὁ βίος· ἀλλ’ ὅτι καὶ ἡμεῖς τῷ πλήθει τῶν ζητημάτων ἀποκναισθέντες ταὐτὸ πάσχομεν τοῖς κακοσίτοις, οἱ ἐπειδὰν πρός τι τῶν βρωμάτων ἀηδισθῶσι, πρὸς πάντα λόγον ὁμοίως, ὥσπερ ἐκεῖνοι πρὸς τροφήν, δυσχεραίνομεν. ὅμως διδότω τὸ πνεῦμα, καὶ ὁ λόγος δραμεῖται, καὶ ὁ θεὸς δοξασθήσεται. τὸ μὲν οὖν ἐπιμελῶς ἐξετάζειν καὶ διαιρεῖσθαι, ποσαχῶς ἢ τὸ πνεῦμα ἢ τὸ ἅγιον παρὰ τῇ θείᾳ γραφῆ νοεῖται καὶ λέγεται, μετὰ τῶν προσφόρων τῇ θεωρίᾳ μαρτυριῶν, καὶ ὅ τι παρὰ ταῦτα ἰδιοτρόπως τὸ ἐξ ἀμφοῖν συνημμένον, λέγω δὲ τὸ πνεῦμα τὸ ἅγιον, ἑτέροις παρήσομεν, οἲ καὶ ἑαυτοῖς καὶ ἡμῖν ταῦτα πεφιλοσοφήκασιν, ἐπεὶ καὶ ἡμεῖς ταῦτα ἐκείνοις. αὐτοὶ δὲ πρὸς τὰ ἑξῆς τοῦ λόγου τρεψόμεθα.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
