Ancient Greek
Chapter 25
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 25
Not analysed yet
Δύο γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, αἳ καὶ δύο διαθῆκαι καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον. καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα, μηδὲ σαλευόμενα. ταὐτὸν δὲ αἱ δύο διαθῆκαι πεπόνθασι. τί τοῦτο ; οὐκ ἀθρόως μετεκινήθησαν, οὐδὲ ὁμοῦ τῇ πρώτῃ κινήσει τῆς ἐγχειρήσεως. τίνος ἕνεκεν ; εἰδέναι γὰρ ἀναγκαῖον ἵνα μὴ βιασθῶμεν, ἀλλὰ πεισθῶμεν. τὸ μὲν γὰρ ἀκούσιον οὐδὲ μόνιμον· ὥσπερ ἃ βίᾳ κατέχεται τῶν ῥευμάτων ἢ τῶν φυτῶν· τὸ δὲ ἑκούσιον μονιμώτερόν τε καὶ ἀσφαλέστερον. καὶ τὸ μὲν τοῦ βιασαμένου, τὸ δὲ ἡμέτερον· καὶ τὸ μὲν ἐπιεικείας θεοῦ, τὸ δὲ τυραννικῆς ἐξουσίς. οὔκουν ᾤετο δεῖν ἄκοντας εὖ ποιεῖν, ἀλλ’ ἑκόντας εὐεργετεῖν. διὰ τοῦτο παιδαγωγικῶς τε καὶ ἰατρικῶς τὸ μὲν ὑφαιρεῖ τῶν πατρίων, τὸ δὲ συγχωρεῖ, μικρόν τι τῶν πρὸς ἡδονὴν ἐνδιδούς· ὥσπερ οἱ ἰατροὶ τοῖς ἀρρωστοῦσιν, ἵνα ἡ φαρμακεία παραδεχθῇ διὰ τῆς τέχνης φαρματτομένη τοῖς χρηστοτέροις. οὐ γὰρ ῥᾴστη τῶν ἐν ἔθει καὶ μακρῷ χρόνῳ τετιμημένων ἡ μετάθεσις. λέγω δὲ τί ; ἡ πρώτη τὰ εἴδωλα περικόψασα τὰς θυσίας συνεχώρησεν· ἡ δευτέρα τὰς θυσίας περιελοῦσα τὴν περιτομὴν οὐκ ἐκώλυσεν· εἶτα ὡς ἅπαξ ἐδέξαντο τὴν ὑφαίρεσιν, καὶ τὸ συγχωρηθὲν συνεχώρησαν· οἱ μὲν τὰς θυσίας, οἱ δὲ τὴν περιτομήν· καὶ γεγόνασιν, ἀντὶ μὲν ἐθνῶν, Ἰουδαῖοι· ἀντὶ δὲ τούτων, Χριστιανοί, ταῖς κατὰ μέρος μεταθέσεσι κλαπέντες ἐπὶ τὸ εὐαγγέλιον. πειθέτω σὲ τοῦτο Παῦλος, ἐκ τοῦ περιτέμνειν καὶ ἁγνίζεσθαι προελθὼν ἐπὶ τὸ λέγειν· Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαι ; ἐκεῖνο τῆς οἰκονομίας, τοῦτο τῆς τελειότητος.