Ancient Greek
Chapter 27
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 27
Not analysed yet
Ὁρᾷς φωτισμοὺς κατὰ μέρος ἡμῖν ἐλλάμποντας, καὶ τάξιν θεολογίας, ἢν καὶ ἡμᾶς τηρεῖν ἄμεινον, μήτε ἀθρόως ἐκφαίνοντας, μήτε εἰς τέλος κρύπτοντας. τὸ μὲν γὰρ ἄτεχνον, τὸ δὲ ἄθεον· καὶ τὸ μὲν τοὺς ἀλλοτρίους πλῆξαι δυνάμενον, τὸ δὲ ἀλλοτριῶσαι τοὺς ἡμετέρους. ὃ δὲ ἴσως μὲν ἤδη τισὶν ἦλθεν ἐπὶ νοῦν καὶ τῶν ἄλλων, ἐγὼ δὲ τῆς ἐμαυτοῦ διανοίας ὑπολαμβάνω καρπόν, προσθήσω τοῖς εἰρημένοις. ἦν τινὰ τῷ σωτῆρι, καὶ εἰ πολλῶν ἐνεπίμπλαντο μαθημάτων, ἃ μὴ δύνασθαι τότε βασταχθῆναι τοῖς μαθηταῖς ἐλέγετο, δι’ ἃς εἶπον ἴσως αἰτίας, καὶ διὰ τοῦτο παρεκαλύπτετο· καὶ πάλιν πάντα διδαχθήσεσθαι ἡμᾶς ὑπὸ τοῦ πνεύματος ἐνδημήσαντος. τούτων ἓν εἶναι νομίζω καὶ αὐτὴν τοῦ πνεύματος τὴν θεότητα, τρανουμένην εἰς ὕστερον, ὡς τηνικαῦτα ὡρίμου καὶ χωρητῆς ἤδη τυγχανούσης τῆς γνώσεως, μετὰ τὴν τοῦ σωτῆρος ἀποκατάστασιν, οὐκέτι ἀπιστουμένου τῷ θαύματι. τί γὰρ ἂν τούτου μεῖζον ἢ ἐκεῖνος ὑπέσχετο, ἢ τὸ πνεῦμα ἐδίδαξεν ; εἴπερ τι μέγα οἴεσθαι χρή, καὶ θεοῦ μεγαλοπρεπείας ἄξιον, τὸ ὑπισχνούμενον, ἢ τὸ διδασκόμενον.