# De Spiritu Sancto (Orat. 31) 28

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/28

Ἔχω μὲν οὕτω περὶ τούτων, καὶ ἔχοιμι, καὶ ὅς τις ἐμοὶ φίλος — σέβειν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ πνεῦμα τὸ ἅγιον, τρεῖς ἰδιότητας, θεότητα μίαν, δόξῃ, καὶ τιμῇ, καὶ οὐσίᾳ, καὶ βασιλείᾳ μὴ μεριζομένην, ὥς τις τῶν μικρῷ πρόσθεν θεοφόρων ἐφιλοσόφησεν· ἢ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὥς φησιν ἡ γραφή, μηδὲ δόξαν τῆς ἐκεῖθεν λαμπρότητος, ὅς τις οὐχ οὕτως ἔχει, ἢ συμφέρεται τοῖς καιροῖς, ἄλλοτε ἄλλος γινόμενος, καὶ περὶ τῶν μεγίστων σαθρῶς βουλευόμενος. εἰ μὲν γὰρ οὐδὲ προσκυνητόν, πῶς ἐμὲ θεοῖ διὰ τοῦ βαπτίσματος ; εἰ δὲ προσκυνητόν, πῶς οὐ σεπτόν; εἰ δὲ σεπτόν, πῶς οὐ θεός ; ἓν ἤρτηται τοῦ ἑνός, ἡ χρυσῆ τις ὄντως σειρὰ καὶ σωτήριος. καὶ παρὰ μὲν τοῦ πνεύματος ἡμῖν ἡ ἀναγέννησις· παρὰ δὲ τῆς ἀναγεννήσεως ἢ ἀνάπλασις· παρὰ δὲ τῆς ἀναπλάσεως ἡ ἐπίγνωσις τῆς ἀξίας τοῦ ἀναπλάσαντος.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
