Ancient Greek
Chapter 29
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 29
Not analysed yet
ταῦτα μὲν οὖν εἴποι τις ἂν τὸ ἄγραφον ὑποθέμενος· ἤδη δὲ ἥξει σοι καὶ ὁ τῶν μαρτυριῶν ἐσμός, ἐξ ὧν, ὅτι καὶ λίαν ἔγγραφος, ἡ τοῦ πνεύματος θεότης τοῖς μὴ λίαν σκαιοῖς, μηδὲ ἀλλοτρίοις τοῦ πνεύματος. σκόπει δὲ οὕτως· γεννᾶται Χριστός, προτρέχει· βαπτίζεται, μαρτυρεῖ· πειράζεται, ἀνάγει· δυνάμεις ἐπιτελεῖ, συμπαρομαρτεῖ· ἀνέρχεται, διαδέχεται. τί γὰρ οὐ δύναται τῶν μεγάλων, καὶ ὧν θεός ; τί δὲ οὐ προσαγορεύεται ὧν θεός, πλὴν ἀγεννησίας καὶ γεννήσεως ; ἔδει γὰρ τὰς ἰδιότητας μεῖναι πατρὶ καὶ υἱῷ, ἵνα μὴ σύγχυσις ἦ παρὰ θεότητι, τῆ καὶ τἄλλα εἰς τάξιν ἀγούσῃ καὶ εὐκοσμίαν. ἐγὼ μὲν φρίττω τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ’ ὅσων ὀνομάτων ἀναισχυντοῦσιν οἱ τῷ πνεύματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα χριστοῦ, νοῦς Χριστοῦ, πνεῦμα κυρίου, αὐτὸ κύριος· πνεῦμα υἱοθεσίας, ἐλευθερίας· πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φοβοῦ θεοῦ· καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων· πάντα τῇ οὐσίᾳ πληροῦν, πάντα συνέχον αυνέχον· πληρωτικὸν κόσμου κατὰ τὴν οὐσίαν, ἀχώρητον κόσμῳ κατὰ τὴν δύναμιν· ἀγαθόν, εὐθές, ἡγεμονικόν, φύσει οὐ θέσει· ἁγιάζον, οὐχ ἁγιαζόμενον, μετροῦν, οὐ μετρούμενον, μετεχόμενον, οὐ μετέχον, πληροῦν, οὐ πληρούμενον, συνέχον, οὐ συνεχόμενον συνεχόμενον· κληρονομούμενον, δοξαζόμενον, συναριθμούμενον, ἐπαπειλούμενον· δάκτυλος θεοῦ, πῦρ ὡς θεός, εἰς ἔμφασιν, οἴμαι, τοῦ ὁμοουσίου· πνεῦμα τὸ ποιῆσαν, τὸ ἀνακτίζον διὰ βαπτίσματος, δι’ ἀναστάσεως· πνεῦμα τὸ γινῶσκον ἅπαντα, τὸ διδάσκον, τὸ πνέον ὅπου θέλει καὶ ὅσον, ὁδηγοῦν, λαλοῦν, ἀποστέλλον, ἀφορίζον, παροξυνόμενον, πειραζόμενον· ἀποκαλυπτικόν, φωτιστικόν, ζωτικόν, μᾶλλον δὲ αὐτοφῶς καὶ ζωή· ναοποιοῦν, θεοποιοῦν, τελειοῦν, ὥστε καὶ προλαμβάνειν τὸ βάπτισμα, καὶ ἐπιζητεῖσθαι μετὰ τὸ βάπτισμα· ἐνεργοῦν ὅσα θεός, μεριζόμενον ἐν γλώσσαις πυρίναις, διαιροῦν χαρίσματα, ποιοῦν ἀποστόλους, προφήτας, εὐαγγελιστάς, ποιμένας, καὶ διδασκάλους· νοερόν, πολυμερές, σαφές, τρανόν, ἀκώλυτον, ἀμόλυντον· ᾧπερ ἴσον δύναται τὸ σοφώτατον καὶ πολύτροπον ταῖς ἐνεργείαις, καὶ σαφηνιστικὸν πάντων, καὶ τρανωτικόν, καὶ αὐτεξούσιον καὶ ἀναλλοίωτον· παντοδύναμον, παντεπίσκοπον, διὰ πάντων χωροῦν πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων, ἀγγελικῶν, οἶμαι, δυνάμεων, ὥσπερ καὶ προφητικῶν καὶ ἀποστολικῶν, κατὰ ταὐτό, καὶ οὐκ ἐν τοῖς αὐτοῖς τόποις, ἄλλων δὲ ἀλλαχοῦ νενεμημένων, ᾧ δηλοῦται τὸ ἀπερίγραπτον.