# De Spiritu Sancto (Orat. 31) 3

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/3

Οἱ μὲν οὖν, ὡς ξένον τινὰ θεὸν καὶ παρέγγραπτον εἰσαγόντων ἡμῶν τὸ πνεῦμα τὸ ἅγιον, δυσχεραίνοντες, καὶ σφόδρα προπολεμοῦντες τοῦ γράμματος, ἴστωσαν ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ σαφῶς γινωσκέτωσαν ὅτι ἔνδυμα τῆς ἀσεβείας ἐστὶν αὐτοῖς ἡ φιλία τοῦ γράμματος, ὡς δειχθήσεται μικρὸν ὕστερον, ἐπειδὰν τὰς ἐνστάσεις αὐτῶν εἰς δύναμιν διελέγξωμεν. ἡμεῖς δὲ τοσοῦτον θαρροῦμεν τῇ θεότητι τοῦ πνεύματος, ὃ πρεσβεύομεν, ὥστε καὶ τῆς θεολογίας ἐντεῦθεν ἀρξόμεθα, τὰς αὐτὰς τῇ τριάδι φωνὰς ἐφαρμόζοντες, κἄν τισι δοκῇ τολμηρότερον. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ πατήρ. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ υἱός. ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ὁ ἄλλος παράκλητος. ἦν, καὶ ἢν, καὶ ἦν· ἀλλ’ ἓν ἦν. φῶς, καὶ φῶς, καὶ φῶς· ἀλλ’ ἓν φῶς, εἷς θεός. τοῦτό ἐστιν ὃ καὶ Δαβὶδ πρότερον, λέγων· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. καὶ νῦν ἡμεῖς καὶ τεθεάμεθα καὶ κηρύσσομεν, ἐκ φωτὸς τοῦ πατρὸς φῶς καταλαμβάνοντες τὸν υἱὸν ἐν φωτὶ τῷ πνεύματι, σύντομον καὶ ἀπέριττον τῆς τριάδος θεολογίαν. ὁ ἀθετῶν ἀθετείτω, ὁ ἀνομῶν ἀνομείτω · ἡμεῖς ὂ νενοήκαμεν, καὶ κηρύσσομεν. ἐπ’ ὄρος ὑψηλὸν ἀναβησόμεθα καὶ βοήσομεν, εἰ μὴ κάτωθεν ἀκουοίμεθα. ὑψώσομεν τὸ πνεῦμα, οὐ φοβηθησόμεθα. εἰ δὲ καὶ φοβηθησόμεθα, ἡσυχάζοντες, οὐ κηρύσσοντες·

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
