# De Spiritu Sancto (Orat. 31) 30

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/30

Οἱ ταῦτα λέγοντες καὶ διδάσκοντες, καὶ πρός ἄλλον παράκλητον, οἷον ἄλλον θεόν, ὀνομάζοντες, οἱ τὴν εἰς αὐτὸ βλασφημίαν μόνην εἰδότες ἀσυγχώρητον, οἱ τὸν Ἀνανίαν καὶ τὴν Σάπφειραν οὕτω φοβερῶς στηλιτεύσαντες, ἐπειδὴ ἐψεύσαντο τὸ πνεῦμα τὸ ἅγιον, ὡς θεὸν ψευσαμένους, οὐκ ἄνθρωπον· οὗτοι τί σοι δοκοῦσι, πότερον θεὸν τὸ πνεῦμα κηρύσσειν, ἢ ἄλλο τι; ὡς λίαν ὄντως παχύς τις εἰ, καὶ πόρρω τοῦ πνεύματος, εἰ τοῦτο ἀπορεῖς, καὶ δέῃ τοῦ διδάξοντος. αἱ μὲν οὖν κλήσεις τοσαῦται καὶ οὕτως ἔμψυχοι. τί γὰρ δεῖ σοι τὰς ἐπὶ τῶν ῥημάτων μαρτυρίας παρατίθεσθαι; ὅσα δὲ κἀνταῦθα λέγεται ταπεινότερον, τὸ δίδοσθαι, τὸ ἀποστέλλεσθαι, τὸ μερίζεσθαι, τὸ χάρισμα, τὸ δώρημα, τὸ ἐμφύσημα, ἡ ἐπαγγελία, ἡ ὑπερέντευξις, εἴτε τι ἄλλο τοιοῦτον, ἵνα μὴ καθ’ ἕκαστον λέγω, ἐπὶ τὴν πρώτην αἰτίαν ἀνενεκτέον, ἵνα τὸ ἐξ οὗ δειχθῇ, καὶ μὴ τρεῖς ἀρχαὶ μεμερισμέναι πολυθέως παραδεχθῶσιν. ἴσον γὰρ εἰς ἀσέβειαν, καὶ Σαβελλίως συνάψαι, καὶ Ἀρειανῶς διαστῆσαι, τὸ μὲν τῷ προσώπῳ, τὸ δὲ ταῖς φύσεσιν.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
