Ancient Greek
Chapter 31
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 31
Not analysed yet
῾Ως ἔγωγε πολλὰ διασκεψάμενος πρὸς ἐμαυτὸν τῇ φιλοπραγμοσύνῃ τοῦ νοῦ, καὶ πανταχόθεν τὸν λόγον εὐθύνας, καὶ ζητῶν εἰκόνα τινὰ τοῦ τοσούτου πράγματος, οὐκ ἔσχον ᾧ τινὶ χρὴ τῶν κάτω τὴν θείαν φύσιν παραβαλεῖν. κἂν γὰρ μικρά τις ὁμοίωσις εὑρεθῇ, φεύγει τὸ πλεῖον, ἀφέν με κάτω μετὰ τοῦ ὑποδείγματος. ὀφθαλμόν τινα, καὶ πηγήν, καὶ ποταμὸν ἐνενόησα, καὶ γὰρ καὶ ἄλλοι, μὴ τῷ μὲν ὁ πατήρ, τῇ δὲ ὁ υἱός, τῷ δὲ τὸ πνεῦμα τὸ ἅγιον ἀναλόγως ἔχη. ταῦτα γὰρ οὔτε χρόνῳ διέστηκεν, οὔτε ἀλλήλων ἀπέρρηκται τῇ συνεχείᾳ· κἂν δοκεῖ πὼς τρισὶν ἰδιότησι τέμνεσθαι. ἀλλ’ ἔδεισα, πρῶτον μὲν ῥύσιν τινὰ θεότητος παραδέξασθαι στάσιν οὐκ ἔχουσαν· δεύτερον δὲ μὴ τὸ ἓν τῷ ἀριθμῷ διὰ τῆς εἰκασίας ταύτης εἰσάγηται. ὀφθαλμὸς γάρ, καὶ πηγή, καὶ ποταμὸς ἕν ἐστιν ἀριθμῷ, διαφόρως σχηματιζόμενα.