Ancient Greek
Chapter 4
Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31) 4
Not analysed yet
Εἰ ἦν ὅτε οὐκ ἦν ὁ πατήρ, ἦν ὅτε οὐκ ἦν ὁ υἱός. εἰ ἦν ὅτε οὐκ ἦν ὁ υἱός, ἦν ὅτε οὐδὲ τὸ πνεῦμα τὸ ἅγ ἴον. εἰ τὸ ἓν ἢν ἀπ’ ἀρχῆς, καὶ τὰ τρία. εἰ τὸ ἓν κάτω βάλλεις, τολμῶ, καὶ λέγω, μηδὲ τὰ δύο θῇς ἄνω. τίς γὰρ ἀτελοῦς θεότητος ὄνησις ; μᾶλλον δὲ τίς θεότης, εἰ μὴ τελεία ; τελεία δὲ πῶς, ᾗ λείπει τι πρὸς τελείωσιν ; λείπει δέ πὼς, μὴ ἐχούσῃ τὸ ἅγ ἴον· ἔχοι δ’ ἂν πῶς, μὴ τοῦτο ἔχουσα ; ἢ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιότης ’καὶ ἥ τις αὕτη νοεῖται, λεγέτω τις· ἢ εἴπερ ἡ αὐτή, πῶς οὐκ ἀπ’ ἀρχῆς ; ὥσπερ ἄμεινον ὂν τῷ θεῷ εἶναί ποτε ἀτελεῖ, καὶ δίχα πνεύματος. εἰ μὴ ἀπ’ ἀρχῆς ἢν, μετ’ ἐμοῦ τέτακται, καὶ εἰ μικρὸν πρὸ ἐμοῦ. χρόνῳ γὰρ ἀπὸ θεοῦ τεμνόμεθα. εἰ τέτακται μετ’ ἐμοῦ, πῶς ἐμὲ ποιεῖ θεόν, ἢ πῶς συνάπτει θεότητι;