# De Spiritu Sancto (Orat. 31) 5

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-spiritu-sancto-orat-31/5

Μαλλὸν δὲ φιλοσοφήσω σοι περὶ αὐτοῦ μικρὸν ἄνωθεν. περὶ τριάδος γὰρ καὶ πρότερον διειλήφαμεν. τὸ πνεῦμα τὸ ἅγιον Σαδδουκαῖοι μὲν οὐδὲ εἶναι τὸ παράπαν ἐνόμισαν· οὐδὲ γὰρ ἀγγέλους, οὐδὲ ἀνάστασιν· οὐκ οἶδ’ ὅθεν τὰς τοσαύτας περὶ αὐτοῦ μαρτυρίας ἐν τῇ παλαιᾷ διαπτύσαντες. Ἑλλήνων δὲ οἱ θεολογικώτεροι, καὶ μᾶλλον ἡμῖν προσεγγίσαντες, ἐφαντάσθησαν μέν, ὡς ἐμοὶ δοκεῖ· περὶ δὲ τὴν κλῆσιν διηνέχθησαν, νοῦν τοῦ παντός, καὶ τὸν θύραθεν νοῦν, καὶ τὰ τοιαῦτα προσαγορεύσαντες. τῶν δὲ καθ’ ἡμᾶς σοφῶν οἱ μὲν ἐνέργειαν τοῦτο ὑπέλαβον, οἱ δὲ κτίσμα, οἱ δὲ θεόν, οἱ δὲ οὐκ ἔγνωσαν ὁπότερον τούτων, αἰδοῖ τῆς γραφῆς, ὥς φασιν, ὡς οὐδέτερον σαφῶς δηλωσάσης. καὶ διὰ τοῦτο οὔτε σέβουσιν, οὔτε ἀτιμάζουσι, μέσως πὼς περὶ αὐτοῦ διακείμενοι, μᾶλλον δὲ καὶ λίαν ἀθλίως. καὶ τῶν θεὸν ὑπειληφότων οἱ μὲν ἄχρι διανοίας εἰσὶν εὐσεβεῖς, οἱ δὲ τολμῶσιν εὐσεβεῖν καὶ τοῖς χείλεσιν. ἄλλων δὲ ἤκουσα μετρούντων θεότητα σοφωτέρων, οἳ τρία μὲν εἶναι καθ’ ἡμᾶς ὁμολογοῦσι τὰ νοούμενα, τοσοῦτον δὲ ἀλλήλων διέστησαν, ὡς τὸ μὲν καὶ οὐσία καὶ δυνάμει ποιεῖν ἀόριστον· τὸ δὲ δυνάμει μέν, οὐκ οὐσίᾳ δέ· τὸ δὲ ἀμφοτέροις περιγραπτόν· ἄλλον τρόπον μιμούμενοι τοὺς δημιουργόν, καὶ συνεργόν, καὶ λειτουργὸν ὀνομάζοντας, καὶ τὴν ἐν τοῖς ὀνόμασι τάξιν καὶ χάριν τῶν πραγμάτων ἀκολουθίαν εἶναι νομίζοντας.

---

Gregory of Nazianzus, De Spiritu Sancto (Orat. 31), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg011.local001/.
