# De Theologia (Orat. 28) 14

Gregory of Nazianzus, De Theologia (Orat. 28), Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-theologia-orat-28/14

Ἐντεῦθεν οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις, οἷς καὶ τὸ πᾶν ἄγειν δεδώκασι κατὰ τὸ ποιὸν ἢ ποσὸν τῆς κινήσεως· οἱ δὲ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, διὰ τὸ χρειῶδες, ὧν ἄνευ οὐδὲ συστῆναι δυνατὸν τὸν ἀνθρώπινον βίον· οἱ δὲ ὅ τι τύχοιεν ἕκαστος τῶν ὁρατῶν ἐσεβάσθησαν, ὧν ἑώρων τὰ κάλλιστα θεοὺς προστησάμενοι. εἰσὶ δὲ οἳ καὶ εἰκόνας καὶ πλάσματα, πρῶτα μὲν τῶν οἰκείων, οἵ γε περιπαθέστεροι καὶ σωματικώτεροι, καὶ τιμῶντες τοὺς ἀπελθόντας τοῖς ὑπομνήμασιν· ἔπειτα καὶ τῶν ξένων, οἱ μετ’ ἐκείνους καὶ μακρὰν ἀπ’ ἐκείνων, ἀγνοίᾳ τῆς πρώτης φύσεως, καὶ ἀκολουθίᾳ τῆς παραδοθείσης τιμῆς, ὡς ἐννόμου καὶ ἀναγκαίας, ἐπειδὴ χρόνῳ τὸ ἔθος βεβαιωθὲν ἐνομίσθη νόμος. οἶμαι δὲ καὶ δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες, θεὸν ἐποίησαν τῷ χρόνῳ τὸν τιμώμενον, προσλαβόμενοί τινα καὶ μῦθον τῆς ἐξαπάτης ἐπίκουρον.

---

Gregorius Nazianzenus, De Theologia (Orat. 28), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg008.local001/.
