# De Theologia (Orat. 28) 22

Gregory of Nazianzus, De Theologia (Orat. 28), Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-theologia-orat-28/22

Ἵνα γὰρ τἄλλα ἐάσας, φησί, πρὸς ἐμαυτὸν βλέψω, καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν καὶ σύμπηξιν, τίς ἡ μίξις ἡμῶν; τίς ἡ κίνησις; πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω φέρομαι; πῶς ψυχὴ περιγράφεται; πῶς ζωὴν δίδωσι, καὶ πάθους μεταλαμ- βάνει; πῶς ὁ νοῦς καὶ περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι᾿ ἀέρος χωρεῖ, καὶ μετὰ τῶν πραγμάτων εἰσέρχεται; πῶς αἰσθήσει κοινωνεῖ, καὶ συστέλλεται ἀπὸ τῶν αἰσθήσεων; καὶ ἔτι πρὸ τούτων, τίς ἡ πρώτη πλάσις ἡμῶν καὶ σύστασις ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ; καὶ τίς ἡ τελευταία μόρφωσις καὶ τελείωσις; τίς ἡ τῆς τροφῆς ἔφεσις καὶ διάδοσις; καὶ τίς ἤγαγεν ἐπὶ τὰς πρώτας πηγὰς καὶ τοῦ ζῆν ἀφορμὰς αὐτομάτως; πῶς σιτίοις μὲν σῶμα, λόγῳ δὲ ψυχὴ τρέφεται; τίς ἡ τῆς φύσεως ὁλκὴ καὶ πρὸς ἄλληλα σχέσις τοῖς γεννῶσι καὶ τοῖς γέννω μένοις, ἵνα τῷ φίλτρῳ συνέ- χηται; πῶς ἑστηκότα τε τὰ εἴδη καὶ τοῖς χαρακτῆρσι διεστηκότα, ὧν τοσούτων ὄντων αἱ ἰδιότητες ἀνέφικτοι; πῶς τὸ αὐτὸ ζῶον θνητὸν καὶ ἀθάνατον, τὸ μὲν τῇ μεταστάσει, τὸ δὲ τῇ γεννήσει; τὸ μὲν γὰρ ὑπεξῆλθε, τὸ δὲ ἀντεισῆλθεν, ὥσπερ ἐν ὁλκῷ ποταμοῦ μὴ ἑστῶτος καὶ μένοντος. πολλὰ δ’ ἂν ἔτι φιλοσοφήσαις περὶ μελῶν καὶ μερῶν, καὶ τῆς πρὸς ἄλληλα τούτων εὐαρμοστίας, πρὸς χρείαν τε ὁμοῦ καὶ κάλλος συνεστώτων τε καὶ διεστώτων, προεχόντων τε καὶ προεχομένων, ἑνουμένων τε καὶ σχιζομένων, περιεχόντων τε καὶ περιεχομένων, νόμῳ καὶ λόγῳ φύσεως. πολλὰ περὶ φωνῶν καὶ ἀκοῶν· πῶς αἱ μὲν φέρονται διὰ τῶν φωνητικῶν ὀργάνων, αἱ δὲ ὑποδέχονται, διὰ τῆς ἐν μέσῳ τοῦ ἀέρος πληγῆς καὶ τυπώσεως ἀλλήλαις ἐπιμιγνύμεναι. πολλὰ περὶ ὄψεως ἀρρήτως κοινωνούσης τοῖς ὁρατοῖς, καὶ μόνῳ τῷ βούλεσθαι καὶ ὁμοῦ κινουμένης, καὶ ταὐτὸν τῷ νοὶ πασχούσης· μετὰ γὰρ τοῦ ἴσου τάχους ἐκεῖνός τε μίγνυται τοῖς νοουμένοις καὶ αὕτη τοῖς ὁρωμένοις. πολλὰ περὶ τῶν ἄλλων αἰσθήσεων, αἳ παραδοχαί τινές εἰσι τῶν ἔξωθεν, λόγῳ μὴ θεωρούμεναι. πολλὰ περὶ τῆς ἐν ὕπνοις ἀναπαύσεως, καὶ τῆς δι’ ὀνειράτων ἀναπλάσεως, μνήμης μὴς τε καὶ ἀναμνήσεως, λογισμοῦ τε καὶ θυμοῦ καὶ ἐφέσεως, καὶ συντόμως εἰπεῖν, ὅσοις ὁ μικρ·ὸς οὗτος κόσμος διοικεῖται, ὁ ἄνθρωπος.

---

Gregorius Nazianzenus, De Theologia (Orat. 28), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg008.local001/.
