# De Theologia (Orat. 28) 26

Gregory of Nazianzus, De Theologia (Orat. 28), Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-theologia-orat-28/26

Εἰ τούτων ἐφικτὸς ὁ λόγος σοι, καὶ τὴν περὶ ταῦτα σύνεσιν ἔγνως, σκέψαι καὶ φυτῶν διαφοράς, μέχρι καὶ τῆς ἐν φύλλοις φιλοτεχνίας πρὸς τὸ ἥδιστόν τε ἅμα ταῖς ὄψεσι καὶ τοῖς καρποῖς χρησιμώτατον. σκέψαι μοι καὶ καρπῶν ποικιλίαν καὶ ἀφθονίαν, καὶ μάλιστα τῶν ἀναγκαιοτάτων τὸ κάλλιστον. καὶ σκέψαι μοι καὶ δυνάμεις ῥιζῶν καὶ χυμῶν καὶ ἀνθέων καὶ ὀδμῶν, οὐχ ἡδίστων μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐπιτηδείων, καὶ χρωμάτων χάριτας καὶ ποιότητας. ἔτι δὲ λίθων πολυτελείας καὶ διαυγείας· ἐπειδή σοι πάντα προὔθηκεν, ὥσπερ ἐν πανδαισίᾳ κοινῇ, ὅσα τε ἀναγκαῖα, καὶ ὅσα πρὸς ἀπόλαυσιν, ἡ φύσις· ἵν’, εἰ μή τι ἄλλο, ἐξ ὧν εὐεργετῇ, γνωρίσῃς θεόν, καὶ τῷ δεῖσθαι γένῃ σεαυτοῦ συνετώτερος. ἐντεῦθεν ἔπελθέ μοι γῆς πλάτη καὶ μήκη, τῆς κοινῆς πάντων μητρός, καὶ κόλπους θαλαττίους ἀλλήλοις τε καὶ τῇ γῇ συνδεομένους, καὶ ἀλσῶν κάλλη, καὶ ποταμούς, καὶ πηγὰς δαψιλεῖς τε καὶ ἀενάους, οὐ μόνον ψυχρῶν καὶ ποτίμων ὑδάτων, καὶ τῶν ὑπὲρ γῆς, ἀλλὰ καὶ ὅσαι ὑπὸ γῆν ῥέουσαι, καὶ σήραγγάς τινας ὑποτρέχουσαι, εἶτ’ ἐξωθούμεναι βιαίῳ τῷ πνεύματι καὶ ἀντιτυπούμεναι, εἶτ’ ἐκπυρούμεναι τῷ σφοδρῷ τῆς πάλης καὶ τῆς ἀντιθέσεως, ὅπη παρείκοι κατὰ μικρὸν ἀναρρήγνυνται, καὶ τὴν τῶν θερμῶν λουτρῶν χρείαν ἐντεῦθεν ἡμῖν χαρίζονται πολλαχοῦ τῆς γῆς, καὶ μετὰ τῆς ἐναντίας δυνάμεως ἰατρείαν ἄμισθον καὶ αὐτόματον. εἰπὲ πῶς καὶ πόθεν ταῦτα — τί τὸ μέγα τοῦτο καὶ ἄτεχνον ὕφασμα — οὐχ ἧττον ἐπαινετὰ τῆς πρὸς ἄλληλα σχέσεως, ἢ καθ’ ἕκαστον Θεωρούμενα; πῶς γῆ μὲν ἕστηκε παγία καὶ ἀκλινής; ἐπὶ τίνος ὀχουμένη, καὶ τίνος ὄντος τοῦ ὑπερείδοντος; καὶ τίνος ἐκεῖνο πάλιν; οὐδὲ γὰρ ὁ λόγος ἔχει, ἐφ’ ὃ ἐρεισθῇ, πλὴν τοῦ θείου θελήματος. καὶ πῶς ἡ μὲν εἰς ὀρῶν κορυφὰς ἀνηγμένη, ἡ δὲ εἰς πεδία καθεζομένη, καὶ τοῦτο πολυειδῶς καὶ ποικίλως, καὶ ταῖς κατ’ ὀλίγον ἐναλλαγαῖς μεθισταμένη, πρός τε τὴν χρείαν ἐστὶν ἀΦθονωτώρα, καὶ τῷ ποικίλῳ χαριεστέρα; καὶ ἡ μὲν εἰς οἰκήσεις νενεμημένη, ἡ δὲ ἀοίκητος, ὅσην αἱ ὑπερβολαὶ τῶν ὀρῶν ἀποτέμνονται, καὶ ἄλλη πρὸς ἄλλο τι πέρας σχιζομένη καὶ ἀποβαίνουσα, τῆς τοῦ θεοῦ μεγαλουργίας ἐναργέστατόν ἐστι γνώρισμα;

---

Gregorius Nazianzenus, De Theologia (Orat. 28), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg008.local001/.
