# De Theologia (Orat. 28) 9

Gregory of Nazianzus, De Theologia (Orat. 28), Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/de-theologia-orat-28/9

Οὕτω μὲν οὖν οὐ σῶμα ἡμῖν ὁ θεός. οὐδὲ γὰρ ἤδη τις τοῦτο τῶν θεοπνεύστων ἢ εἶπεν ἢ παρεδέξατο, οὐδὲ τῆς ἡμετέρας αὐλῆς ὁ λόγος. λείπεται δὴ ἀσώματον ὑπολαμβάνειν. ἀλλ’ εἰ ἀσώματον, οὔπω μὲν οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν τε καὶ περιεκτικόν, ὥσπερ οὐδὲ τὸ ἀγέννητον, καὶ τὸ ἄναρχον, καὶ τὸ ἀναλλοίωτον, καὶ τὸ ἄφθαρτον, καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται. τί γὰρ ὄντι αὐτῷ κατὰ τὴν φύσιν καὶ τὴν ὑπόστασιν ὑπάρχει τὸ μὴ ἀρχὴν ἔχειν, μηδὲ ἐξίστασθαι, μηδὲ περα- τοῦσθαι ἀλλ᾿ ἀλλ’ ὅλον τὸ εἶναι περιλαμβάνειν λείπεται προσφιλοσοφεῖν τε καὶ προσεξετάζειν τῷ γε νοῦν θεοῦ ἀληθῶς ἔχοντι καὶ τελεωτέρῳ τὴν θεωρίαν. ὡς γὰρ οὐκ ἀρκεῖ τὸ σῶμα εἰπεῖν, ἢ τὸ γεγεννῆσθαι, πρὸς τὸ καὶ τό, περὶ ὃ ταῦτα, παραστῆσαί τε καὶ δηλῶσαι, ἀλλὰ δεῖ καὶ τὸ ὑποκείμενον τούτοις εἰπεῖν, εἰ μέλλοι τελείως καὶ ἀποχρώντως τὸ νοούμενον παραστήσεσθαι· ἢ γὰρ ἄνθρωπος ἢ βοῦς ἢ ἵππος τοῦτο τὸ ἐνσώματον καὶ γεννώμενον καὶ φθειρόμενον· οὕτως οὐδὲ ἐκεῖ στήσεται μέχρι τοῦ εἰπεῖν ἃ μή ἐστιν ὁ τὴν τοῦ ὄντος πολυπραγμονῶν φύσιν, ἀλλὰ δεῖ, πρὸς τῷ εἰπεῖν ἃ μή ἐστι, καὶ ὅ ἐστιν εἰπεῖν, ὅσῳ καὶ ῥᾷον ἕν τι περιλαβεῖν, ἢ τὰ πάντα καθ᾿ ἕκαστον ἀπειπεῖν,—ἵνα ἔκ τε τῆς ἀναιρέσεως ὧν οὔκ ἐστι, καὶ τῆς οὗ ἐστὶ θέσεως, περιληφθῇ τὸ νοούμενον. ὁ δὲ ἃ μὲν οὔκ ἐστι λέγων, σιωπῶν δὲ ὅ ἐστι, ποιεῖ παραπλήσιον, ὥσπερ ἂν εἰ τὰ πέντε δὶς ὅσα ἐστὶν ἐρωτώμενος ὅτι μὲν οὐ δύο λέγοι, οὐδὲ τρεῖς, οὐδὲ τέσσαρες, οὐδὲ πέντε, οὐδὲ εἴκοσιν, οὐδὲ τριάκοντα, οὐδέ τινα, ἵνα συνελὼν εἴπω, τῶν ἐντὸς δεκάδος ἢ δεκαδικῶν ἀριθμῶν· ὅτι δὲ εἴη δέκα μὴ λέγοι, μηδὲ ἐρείδοι τὸν νοῦν τοῦ ἐρωτῶντος εἰς τὸ ζητούμενον. πολλῷ γὰρ ῥᾷον καὶ συντομώτερον ἐκ τοῦ ὅ ἐστιν ὅσα οὔκ ἐστι δηλῶσαι, ἢ ἐκ τοῦ ἀνελεῖν ἃ μή ἐστιν ὅ ἐστιν ἐνδείξασθαι. Ἢ τοῦτο μὲν παντὶ δῆλον.

---

Gregorius Nazianzenus, De Theologia (Orat. 28), ed. Arthur James Mason. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg008.local001/.
