# In seipsum ad patrem et Basilium magnum (orat. 10) 1

Gregory of Nazianzus, In seipsum ad patrem et Basilium magnum (orat. 10), Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/in-seipsum-ad-patrem-et-basilium-magnum-orat-10/1

Οὐδὲν ἰσχυρότερον γήρως, καὶ οὐδὲν φιλίας αἰδεσιμώτερον. Ὑπὸ τούτων ἤχθην ὑμῖν ἐγὼ δέσμιος ἐν Χριστῷ, δεθεὶς οὐκ ἀλύσεσι σιδηραῖς, ἀλλὰ τοῖς ἀλύτοις δεσμοῖς τοῦ Πνεύματος. Τέως δὲ ᾤμην ἰσχυρὸς εἶναί τις καὶ ἀήττητος, καὶ, ὦ τῆς ἀλογίας. οὐκ ἐδίδουν τοὺς λόγους οὐδὲ τοῖς ἐμοῖς ἐρασταῖς τούτοις καὶ ἀδελφοῖς, ἵν' ἔχω τὴν ἀπραγμοσύνην, καὶ τὸ φιλοσοφεῖν ἐν ἡσυχίᾳ, πάντα παρεὶς τοῖς βουλομένοις, ἐμαυτῷ δὲ προσλαλῶν καὶ τῷ Πνεύματι. Ἡλίου περιενόουν τὸν Κάρμηλον, καὶ Ἰωάννου τὴν ἔρημον, καὶ τῶν οὕτω φιλοσοφούντων τὸ ὑπερκόσμιον· καὶ ζάλην τὰ παρόντα ἐνόμιζον, καὶ πέτραν τινὰ ἐζήτουν, ἢ κρημνὸν, ἢ τειχίον, ὑφ' οἷς σκεπασθήσομαι. Ἄλλων, ἔλεγον, ἔστωσαν αἱ τιμαὶ καὶ οἱ πόνοι, ἄλλων οἱ πόλεμοι καὶ τὰ νικητήρια· ἐμοὶ δὲ ἀρκείτω φεύγοντι τοὺς πολέμους, εἰς ἐμαυτὸν βλέποντι ζῇν οὕτως, ὅπως ἂν δύνωμαι, καθάπερ ἐπὶ λεπτῆς σχεδίας διαπεραιουμένῳ μικρόν τι πέλαγος· καὶ μικρὰν τὴν ἐκεῖθεν μονὴν, τῷ πενιχρῷ τῆς ἐντεῦθεν πολιτείας κατακτωμένῳ. Ταπεινοτέρων ὁ λογισμὸς ἴσως, ἀλλ' οὖν ἀσφαλεστέρων· ἴσον ἀπέχειν καὶ ὕψους καὶ πτώματος.

---

Gregorius Nazianzenus Theol., In seipsum ad patrem et Basilium magnum (orat. 10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg023.local001/.
