# In seipsum ad patrem et Basilium magnum (orat. 10) 4

Gregory of Nazianzus, In seipsum ad patrem et Basilium magnum (orat. 10), Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregory-of-nazianzus/in-seipsum-ad-patrem-et-basilium-magnum-orat-10/4

Διὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦντος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. Διὰ τοῦτο χρίεις ἀρχιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περιτίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστηρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρωπος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πατὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι' οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν διακονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Gregorius Nazianzenus Theol., In seipsum ad patrem et Basilium magnum (orat. 10). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2022.tlg023.local001/.
