Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1416.tlg004.local001
(H)eren(n)ius Philo Gramm. et Hist., De aetatum cognitione (+ Γνῶσις περὶ ἡλικιῶν (epitome opusculi sub nomine Herennii Philonis) (e codd. Amb…)) 001
Not analysed yet
ΕΡΕΝΝΙΟΥ ΦΙΛΩΝΟΣ ΓΝΩΣΙΣ ΤΩΝ ΗΛΙΚΙΩΝ Βρέφος μὲν τὸ γεννηθὲν εὐθέως, παιδίον <δὲ> τὸ τρεφόμενον ὑπὸ τῆς τιθηνοῦ ἔτι, παιδάριον <δὲ> τὸ ἤδη περιπατοῦν καὶ τῆς λέξεως ἀντεχόμενον, παιδίσκος δὲ ὁ ἐν τῇ ἐχομένῃ ἡλικίᾳ, παῖς δὲ ὁ διὰ τῶν ἐγκυκλίων μαθημάτων δυνάμενος ἰέναι. τὰ δὲ ἐχόμενα ταύτης οἱ μὲν πάλληκα, οἱ δὲ βούπαιδα, οἱ δὲ ἀντίπαιδα, οἱ δὲ μελλέφηβον καλοῦσιν. ὁ δὲ μετὰ ταῦτα ἔφηβος· Κυρηναῖοι δὲ τοὺς ἐφήβους τριακατίους καλοῦσιν, Κρῆτες δὲ ἀποδρόμους διὰ τὸ μηδέπω τῶν κοινῶν μετασχεῖν δρόμων. μεῖραξ δὲ ἢ μειράκιον ὁ μετὰ ταῦτα, εἶτα νεανίσκος, εἶτα ἀνὴρ μέσος, εἶτα προβεβηκώς—ὃ καὶ ὠμογέρων—, εἶτα γέρων, εἶτα πρεσβύτης, εἶτα ἐσχατόγηρως.