Ancient Greek
Dfhg-Source dfhg3_PHILO_BYBLIUS
(H)eren(n)ius Philo Gramm. et Hist., Fragmenta 1.1
Not analysed yet
Ἱστορεῖ δὲ ταῦτα (sc. Τὰ Φοινικικὰ) Σαγχουνιάθων, ἀνὴρ παλαιότατος καὶ τῶν Τρωικῶν χρόνων, ὥς φασι, πρεσβύτερος, ὅν καὶ ἐπ ̓ ἀκριβείᾳ καὶ ἀληθείᾳ τῆς Φοινικικῆς ἱστορίας ἀποδεχθῆναι μαρτυροῦσι. Φίλων δὲ τούτου πᾶσαν τὴν συγγραφὴν ὁ Βύβλιος, οὐχ ὁ Ἑβραῖος, μεταβαλὼν ἀπὸ τῆς Φοινίκων γλώσσης ἐπὶ τὴν Ἑλλάδα φωνὴν ἐξέδωκε. Μέμνηται τούτων ὁ καθ ̓ ἡμᾶς τὴν καθ ̓ ἡμῶν πεποιημένος συσκευὴν ἐν τετάρτῳ τῆς πρὸς ἡμᾶς ὑποθέσεως, ὧδε τῷ ἀνδρὶ μαρτυρῶν πρὸς λέξιν· 2. «Ἱστορεῖ δὲ (*)τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ συμφωνότατα, Σαγχουνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως Θεοῦ τοῦ Ἰευώ· ὃς Ἀβελβάλῳ (**)τῷ βασιλεῖ βηρθτίων τὴν ἱστορίαν ἀναθεὶς, ὑπ ̓ ἐκείνου καὶ τῶν κατ ̓ αὐτὸν ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωικῶν πίπτουσι χρόνων, καὶ σχεδὸν τοῖς Μωσέως πλησιάζουσιν, ὡς αἱ τῶν φοινίκων βασιλέων μηνύουσι διαδοχαί. Σαγχουνιάθων δὲ κατὰ τὴν φοινίκων διάλεκτον φιλαλήθως (*)τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς ἀναγραφῶν συναγαγὼν δὴ καὶ συγγράψας ἐπὶ Σεμιράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος, ἣ πρὸ τῶν Ἰλιακῶν ἢ κατ ̓ αὐτούς γε τοὺς χρόνους γενέσθαι ἀναγέγραπται. Τὰ δὲ τοῦ Σαγχουνιάθωνος εἰς Ἑλλάδα γλῶσσαν ἡρμήνευσε Φίλων ὁ Βύβλιος.» 3. Ταῦτα μὲν ὁ δηλωθεὶς, ἀλήθειαν ὁμοῦ καὶ παλαίότητα τῷ δὴ θεολόγῳ μαρτυρήσας. Ὁ δὲ προϊὼν, οὐ τὸν ἐπὶ πάντων θεὸν, οὐδὲ μὴν θεοὺς τοὺς κατ ̓ οὐρανὸν, θνητοὺς δὲ ἄνδρας καὶ γυναῖκας, οὐδὲ τὸν τρόπον ἀστείους, Οἵους δι ̓ ἀρετὴν ἔξιον εἶναι ἀποδέξασθαι ἢ ζηλῶσαι τῆς φιλοσοφίας, φαυλότητος δὲ καὶ μοχθηρίας ἁπάσης κακίαν περιβεβλημένους θεολογεῖ. Καὶ μαρτυρεῖ γε τούτους αὐτοὺς ἐκείνους εἶναι, τοὺς εἰσέτι καὶ νῶν θεοὺς παρὰ τοῖς πᾶσι νενομισμένους κατά τε τὰς πόλεις καὶ τὰς χώρας. Δέχου δὲ καὶ τούτων ἐκ τῶν ἐγγράφων τὰς ἀποδείξεις. Ὁ δὴ Φίλων, εἰς ἐννέα βίβλους τὴν πᾶσαν τοῦ Σαγχουνιάθωνος πραγματείαν διελὼν, κατὰ τὸ προοίμιον τοῦ πρώτου συγγράμματος αὐτοῖς ῥήμασι προλέγει περὶ τοῦ Σαγχουνιάθωνος ταῦτα· 4. «Τούτων οὕτως ἐχόντων ὁ Σαγχουνιάθων, ἀνὴρ πολυμαθὴς καὶ πολυπράγμων γενόμενος καὶ τὰ ἐξ ἀρχῆς, ἀφ ̓ οὗ τὰ πάντα συνέστη, παρὰ πάντων εἰδέναι ποθῶν, πολὺ φροντιστ6ικῶς ἐμάστευε τὰ Τααύτου, εἰδὼς ὅτι τῶν ὑφ ̓ ἡλίῳ γεγονότων πρῶτός ἐστι Τάυτος, ὁ τῶν γραμμάτων τὴν εὕρεσιν ἐπινοήσας, καὶ τῆς τῶν ὑπομνημάτων γραφῆς κατάρξας, καὶ ἀπὸ τοῦδε ὥσπερ κρηπῖδα βαλόμενος τοῦ λόγου, ὅν Αἰγύπτιοι μὲν ἐκάλεσαν Θωύθ, Ἀλεξανδρεῖς δὲ Θώθ, Ἑρμῆν δὲ Ἕλληνες μετέφρασαν.» Ταῦτα εἰπὼν ἐπιμέμφεται τοῖς νεωτέροις τοῖς μετὰ ταῦτα, ὡς ἂν βεβιασμένως καὶ οὐκ ἀληθῶξ τοὺς περὶ θεῶν μύθους ἐπ ̓ ἀλληγορίας καὶ φυσικὰς διηγήσεις τε καὶ θεωρίας ἀνάγουσι. Λέγει δ ̓ οὖν προϊών· 5. «Ἀλλ ̓ οἱ μὲν νεώτατοι τῶν ἱερολόγων τὰ μὲν γεγονότα πράγματα ἐξ ἀρχῆς ἀπεπέμψαντο, ἀλληγορίας δὲ καὶ μύθους ἐπινοήσαντες, καὶ τοῖς κοσμικοῖς παθήμασι συγγένειαν πλασάμενοι, μυστήρια κατέστησαν· καὶ πολὺν αὐτοῖς ἐπῆγον τῦφον, ὡς μὴ ῥᾳδίως τινὰ συνορᾶν τὰ κατ ̓ ἀλήθειαν γενόμενα· ὁ δὲ συμβαλὼν τοῖς ἀπὸ τῶν ἀδύτων εὑρεθεῖσιν ἀκοκρύφοις Ἀμμουνέων τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησε· ὁ δὲ συμβαλὼν γράμμασι συγκειμένοις, ἃ δὴ οὐκ ἦν πᾶσι γνώριμα, τὴν μάθησιν ἁπάντων αὐτὸς ἤσκησε· καὶ τέλος ἐπιθεὶς τῆ πραγματείᾳ, τὸν κατ ̓ ἀρχὰς μῦθον καὶ τὰς ἀλληγορίας ἐκποδὼν ποιησάμενος, ἐξηνύσατο τὴν πρόθεσιν· ἕως πάλιν οἱ ἐπιγενόμενοι ἱερεῖς χρόνοις ὕστερον ἠθέλησαν αὐτὴν ἀποκρύψαι, καὶ εἰς τὸ μυθῶδες ἀποκαταστῆσαι· ἐξ οὗ τὸ μυστικὸν ἀνέκυπτεν οὐδέπω φθάσαν εἰς Ἕλληνας. 6. Τούτοις ἑξῆς φησίν· «Τοῦθ ̓ ἡμῖν εὕρηται ἐπιμελῶς εἰδέναι τὰ Φοινίκων ποθοῦσι, καὶ πολλὴν ἐξερευνησαμένοις ὕλην, οὐχὶ τὴν παρ ̓ Ἕλλησι· διάφωνος γὰρ αὕτη καὶ φιλονεικότερον ὑπ ̓ ἐνίων μᾶλλον, ἢ πρὸς ἀλήθειαν συντεθεῖσα.» Καὶμεθ ̓ ἕτερα· «Οὕτως δὲ ἔχειν πεπεῖσθαι ἡμῖν παρέστη, ὡς ἐκεῖνος γέγραφε, τὴν διαφωνίαν ὁρῶσι τὴν παρ ̓ Ἕλλησι, περὶ ἧς μοι τρία πεφιλοτίμηται βιβλία τὴν ἐπιγραφὴν ἔχοντα παραδόξου ἱστορίας.» 7. Καὶ αὖθις μεθ ̓ ἕτερα ἐπιλέγει· «Προδιαρθρῶσαι δὲ ἀναγκαῖον πρὸς τὴν αὖθις σαφήνειαν, καὶ τὴν τῶν κατὰ μέρος διάγνωσιν, ὅτι οἱ παλαίτατοι τῶν βαρβάρων, ἐξαιρέτως δὲ Φοίνικες καὶ Αἰγύπτιοι, παρ ̓ ὧν καὶ οἱ λοιποὶ παρέλαβον ἄνθρωποι, θεοὺς ἐνόμιζον μεγίστους τοὺς τὰ πρὸς τὴν βιωτικὴν χρείαν εὑρόντας, ἢ καὶ κατὰ τι εὐποιήσαντας τὰ ἔθνη· εὐεργέτας τε τούτους, καὶ πολλῶν αἰτίους ἀγαθῶν ἡγούμενοι ὡς θεοὺς προσεκύνουν, καὶ εἰς τὸ χρεὼν μεταστάντας ναοὺς κατασκευασάμενοι στήλας τε καὶ ῥάβδους ἀφιέρουν ἐξ ὀνόματος αὐτῶν, καὶ ταῦτα μεγάλως σεβόμενοι, καὶ ἑορτὰς ἔνεμον αὐτοῖς τὰς μεγίστας Φοίνικες. (8) Ἐξαιρέτως δὲ καὶ ἀπὸ τῶν σφετέρων βασιλέων τοῖς καοσμικοῖς στοιχείοις καί τισι τῶν νομιζομένων θεῶν τὰς ὀνομασίας ἐπέθεσαν· φυσικοὺς δὲ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, ὥστ ̓ αὐτοῖς τοὺς μὲν θνητοὺς, τοὺς δὲ ἀθανάτους θεοὺς εἶναι.» Tαῦτα κατὰ προοίμιον ὁ Φίλων διαστειλάμενος, ἑξῆς ἀπάρχεται τῆς τοῦ Σαγχουνιάθωνος ἑρμηνείας, ὧδέ πως τὴν Φοινικικὴν ἐκτιθέμενος θεολογίαν. (Postrema inde ab οἱ παλαίτατοι tanquam ex Clemente Alex. Affter Cyrillus In jul. VI, p. 205, E.)