# Fragmenta 13-16

(H)eren(n)ius Philo, Fragmenta, 13 to 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/h-eren-n-ius-philo-gramm-et-hist/fragmenta/13

Ἀρτέμιτα, νῆσος Τυρρηνικὴ παρὰ τὴν Αἰθάλειαν νῆσον, ὡς Φίλων. Ἐγέστα, πόλις Σικελίας, ἔνθα θερμὰ ὕδατα, ὡς Φίλων, ἀπὸ Ἐγέστου τοῦ Τρωός. Ἀνδανία, πόλις Μεσσήνης ... Τὸ ἐθνικὸν Ἀνδανιεὺς, ὠς Φίλων ἐν τῇ Περὶ πόλεων. Φαραὶ, πόλις Μεσσήνης ... Ἔστι δ ̓ ἄλλη Κρήτης, ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. Ἀζανία ... μοῖρα τῆς Ἀρκαδίας ... Ἔστι καὶ Μασσαλίας (?) ἄλλη, ὡς Φίλων. Ἅνθεια, πόλις Πελοποννήσου, πλησίον Ἄργους, Ὡς Φίλων. Λάμπη ... ἔστι καὶ τρίτη τῆς Ἀργολίδος, ὡς Φίλων. Βοῦρα, πόλις Ἀχαίας ... Ἐκ ταύτης ἦν Πυθέας, ζωγράφος, οὗ ἐστιν ἔργον ὁ ἐν Περγάμῳ ἐλέφας, ἀπὸ τοιχογραφίας ἂν, ὡς Φίλων. Ἀθῆναι, πόλεις κατὰ μὲν Ὦρον πέντε, κατὰ δὲ Φίλωνα ἕξ. Κῦνος, ἐπίνειον Ὀποῦντος, ὡς Φίλων καὶ Παυσανίας (Χ, 1, 2). Ἄργουρα, πόλις Θεσσαλίας, ἡ πρότερον Ἄργισσα ... Τὸ ἐθνικὸν δὲ ἔδει Ἀργουραῖος, ὠς καὶ Φίλων. Ἀπολλόδωρος δὲ (fr. 152) κτλ. Μελίταια, πόλις Θετταλίας ... Θεόπομπος δὲ Μελίτειαν αὐτήν φησιν .. Ἔφορος λʹ. «Οἱ δὲ τύραννοι τῶν Φερῶν καὶ Μελιταιεῖς, Φίλοι πρότερον ὑπάρχοντες.» Μελίτεια. Φίλων οὕτω γράφει, τὰ αὐτὰ πράγματα τῇ εἰρημένῃ προσάπτων. Βουθόη, πόλις Ἰλλυρίας, ὡς Φίλων, διὰ τὸ Κάδμον ἐπὶ ζεύγους βοῶν ἀχούμενον ταχέως ἀνύσαι τὴν ἐς Ἰλλυριοὺς ὁδόν. Δυρράχιον, πόλις Ἰλλυρικὴ, Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. Τούτου θυγάτηρ Μέλισσα, ἧν καὶ Ποσειδῶνος Δυρράχιος· ἀφ ̓ ἧς ἐστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν. «Μετὰ δὲ τὸν Ῥιζανικὸν [κόκπον] Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἢ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ πρότερον λεγομένη, ἐφ ̓ ἧς ἵδρυται,» ὡς φίλων (Στράβων̣). Ὅτι Φροῦροι Σκυθικὸν ἔθνος βαρυτόνως, πρὸς ἀντιδιαστολὴν τοῦ φρουροί, ὅπερ ὀξυνόμενον δηλοῖ τοὺς φύλακας. Τινὲς δὲ Φρῦνοι γράφουσιν ὁμωνύμως ῷ ζῴῳ· φρῦνοι γὰρ, καθὰ καὶ ὁ Φίλων γράφει οἱ βάτραχοι. Βόσπορος, πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον, ὡς Φίλων. Ἆμισός ... [τὸ ἐθνικὸν] Ἀμισηνός· λέγεται καὶ Ἀμίσιος, ὥς Φίλων ἐν τῷ Περὶ πόλεων. Τίος, πόλις Παφλαγονίας τοῦ Πόντου, ἀπὸ Τίου ἱερέως, τὸ γένος Μιλησίου, ὥς Φίλων.

---

PHILO BYBLIUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1416.tlg008.local002/.
