Ancient Greek
Dfhg-Source dfhg3_PHILO_BYBLIUS
(H)eren(n)ius Philo Gramm. et Hist., Fragmenta 9.1
Not analysed yet
Ὁ δ ̓ αὐτὸς πάλιν περὶ τῶν Φοινίκων στοιχείων ἐκ τῶν Σαγχουνιάθωνος νιάθωνος μεταβαλὼν, θέα ὁποῖά φησι περὶ τῶν ἑρπυστικῶν καὶ ἰοβόλων θηρίων, ἃ δὴ χρῆσιν μὲν ἀγαθὴν ἀνθρώποις οὐδεμίαν συντελεῖ, φθορὰν δὲ καὶ λύμην, οἷς ἄν τὸν δυσαλθῆ καὶ χαλεπὸν ἰὸν ἐγχρίμψειεν, ἀπεργάζεται. Γράφει δὲ καὶ ταῦτα πρὸς λέξιν ὧδέ πως λέγων· Τὴν μὲν οὖν τοῦ δράκοντος Φύσιν καὶ τῶν ὄφεων αὐτὸς ἐξεθείασεν ὁ Τάαυτος, καὶ μετ ̓ αὐτὸν αὖθις Φοίνικές τε καὶ Αἰγύπτιοι· πνευματικώτατον γὰρ τὸ ζῷον πάντων τῶν ἑρπετῶν, καὶ πυρῶδες ὑπ ̓ αὐτοῦ παρεδόθη· παρ ̓ ὃ καὶ τάχος ἀνυπέρβλητον διὰ τοῦ πνεύματος παρίστησι, χωρὶς ποδῶν τε καὶ χειρῶν ἢ ἄλλου τινὸς τῶν ἔκτοσθεν, δι ̓ ὧν τὰ λοιπὰ ζῷα τὰς κινήσεις ποιεῖται· καὶ ποικίλων σκημάτων τύπους ἀποτελεῖ, καὶ κατὰ τὴν πορείαν ἐλικοειδεῖς ἔχει τὰς ὁρμὰς, ἐφ ̓ ὅβούλεται τάχος· καὶ πολυχρονιώτατον δέ ἐστιν, οὐ μόνον τε ἐκδυόμενον τὸ γῆρας νεάζειν, ἀλλὰ καὶ αὔξησιν ἐπιδέχεσθαι μείζονα πέφυκε· καὶ ἐπειδὰν τὸ ὡρισμένον μέτρον πληρώσῃ, εἰς ἑαυτὸν ἀναλίσκεται, ὡς ἐν ταῖς ἱεραῖς ὁμοίως αὐτὸς ὁ Τάαυτος κατέταξε γραφαῖς. Διὸ καὶ ἐν ἱεροῖς τοῦτο τὸ ζῷον καὶ ἐν μυστηρίοις συμπαρείληπται. Εἴρηται δὲ ἡμὶν περὶ αὐτοῦ ἐν τοῖς ἐπιγραφομένοις Ἐθωθιων (*)ὑπομνήμασιν ἐπιπλεῖον· ἐν οἷς κατασκευάζεται, ὅτι ἀθάνατον εἴη, καὶ εἰς ἑαυτὸν ἀναλύεται, ὥσπερ πρόκειται· οὐ τὰρ θνήσκει ἰβίῳ θανάτῳ, εἰ μὴ βίᾳ τινὶ πληγὲν τοῦτο τὸ ζῷον. Φοίνικες δὲ αὐτὸ Ἀγαθὸν δαίμονα καλοῦσιν. Ὁμοίως καὶ Αἰγύπτιοι Κνὴφ ἐπονομάζουσι· προστιθέασι δὲ αὐτῷ ἱέρακος κεφαλὴν διὰ τὸ πρακτικὸν τοῦ ἱέρακος. Καί φησιν ὁ Ἐπήεις [ὁ πήεις cod. Α. Η.] ἀλληγορῶν (ὁ ὀνομασθεὶς παρ ̓ αὐτοῖς μέγιστος ἱεροφάντης καὶ ἱερογραμματεύς· ὃν μετέφρασεν [εἰς Ἑλλάδα φωνὴν, Haec plurimi codd. om.] Ἀρεῖος Ἡρακλεοπολίτης) κατὰ λέξιν οὕτως· «Τὸ πρῶτον ὂν θειότατον ὄφις ἐστὶν ἱέρακος ἔχων μορφὴν ἄγαν ἐπίχαρις· ὅς εἰ ἀναβλέψειε, φωτὸς τὸ πᾶν ἐπλήρου ἐν τῇ πρωτογόνῳ χώρᾳ αὐτοῦ· εἰ δὲ καμμύσειε, σκότος ἐγίνετο. Ἔμφασιν διδοὺς ὁ Ἐηήεις, ὅτι καὶ διάπυρόν ἐστι διὰ τοῦ φάναι διηύγασε· φωτὸς γὰρ ἴδιόν ἐστι τὸ διαυγάσαι. «Παρὰ Φοινίκων δὲ καὶ Φερεκύδης λαβὼν τὰς ἀφορμὰς ἐθεολόγησε περὶ τοῦ παρ ̓ αὐτῷ λεγομένου Ὀφίνος Θεοῦ καὶ τῶν Ὀφιονιδῶν, περὶ ὧν αὖθις λέξομεν. Ἔτι μὴν οἱ Αἰγύπτιοι τῆς αὐτῆς ἐννοίας τὸν κόσμον γράφοντες, περιφερῆ κύκλον ἀεροειδῆ καὶ πυρωπὸν χαράσσουσι, καὶ μέσα τεταμένον ὄφιν ἱερακόμορφον (οἱονεὶ συνεκτικὸν ἀγαθὸν δαίμονα addit Joh. Lyd. De mens. III, 50, ubi eadem), καὶ ἔστι τὸ πᾶν σχῆμα, ὡς τὸ παρ ̓ ἡμῖν Θῆτα· τὸν μὲν κύκλον κόσμον μηνύοντες, τὸν δὲ μέσον ὄφιν συνεκτικὸν τούτου ἀγαθὸν δαίμονα σημαίνοντες. Καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ Ἱερᾷ συναγωγῇ τῶν Περσικῶν φησὶ κατὰ λέξιν· «Ὁ δὲ θεός ἐστι κεφαλὴν ἔχων ἱέρακος. Οὗτός ἐστιν ὁ πρῶτος ἄφθαρτος, ἀΐδιος, ἀγένητος, ἀμερὴς, ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος, ἀγαθῶν ἀγαθώτατος, φρονίμων φρονιμώτατος· ἐστὶ δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος, φυσικὸς, καὶ τέλειος, καὶ σοφὸς, καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής.» Τὰ δὲ αὐτὰ καὶ Ὀστάνης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ. Πάντες δὲ τὰς ἀφορμὰς παρὰ Τααύτου λαβόντες, ἐφυσιολόγησαν, ὥσπερ πρόκειται. Καὶ τὰ μὲν πρῶτα στοιχεῖα τὰ διὰ τῶν ὄφεων, ναοὺς κατασκευασάμενοι ἐν αὐτοῖς ἀφιέρωσαν, καὶ τούτοις ἑορτὰς καὶ θυσίας ἐπετέλουν καὶ ὄργια, θεοὺς τοὺς μεγίστους νομίζοντες καὶ ἀρχηγοὺς τῶν ὅλων.» Τοσαῦτα καὶ περὶ τῶν ὄφεων.