# Lexicon in decem oratores Atticos ΕΙΣ ΕΜΦΑΝΩΝ ΚΑΤΑΣΤΑΣΙΝ-ἘΚΚΛΗΤΕΥΕΙΝ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΕΙΣ ΕΜΦΑΝΩΝ ΚΑΤΑΣΤΑΣΙΝ to ἘΚΚΛΗΤΕΥΕΙΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%95%CE%99%CE%A3%20%CE%95%CE%9C%CE%A6%CE%91%CE%9D%CE%A9%CE%9D%20%CE%9A%CE%91%CE%A4%CE%91%CE%A3%CE%A4%CE%91%CE%A3%CE%99%CE%9D

ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμφισβητήσιμα εἶναι ἐν φανερῷ· Ἰσαῖος ἐν τῷ περὶ τοῦ Φιλοκτήμονος κλήρου. ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρχοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίνοντα εἰσάγειν εἰς τὸ δικαστήριον. ἀντὶ τοῦ ὡμονόησεν. ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας. ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου. ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δημοσθένης ἐν η Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ. Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου, εἰ γνήσιος. Ἰακὸν δ’ ἐστὶ, καὶ τάχ’ ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται. Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν τῇ α. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν α Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα. ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φησιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι. ὄνομα κύριον. Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ʽἀπολογισμὸς ʽὧν πεπολίτευται.ʼ ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος, ὡς Μενεκλῆς ἢ Καλλικράτης ἐν τῷ περὶ Ἀθηνῶν. Ὑπερείδης ἐν τῷ κατὰ Πασικλέους ἐὰν δέ τις ἔκδεια γένηται, ἤγουν ἐὰν δέ τις ἐνδεήσῃ τοῦ προϋπάρχοντος ἀργυρίου. Δημοσθένης ὑπὲρ Κτησιφῶντος ἐκδεξάμενος καὶ γράψας. ἐκδέξασθαί ἐστι τὸ παῤ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ πῶς ἔχει τὸ ἐν τῷ ε Φιλιππικῷ λεχθὲν ὑπὸ τοῦ ῥήτορος καὶ τὸ δοκεῖν ἐκδέξασθαι τῶν ἐκείναις πεπραγμένων. ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι· Ἰσαῖος ἐν τῷ πρὸς Καλλικράτην. τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις· Δημοσθένης κατ’ Ἀφόβου α. τὸ εἰς κρίσιν ἄγειν, ἵν’ ἐπάναγκές τις μαρτυρῇ· Αἰσχίνης ἐν τῇ περὶ τῆς πρεσβείας ἀπολογίᾳ.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
