# Lexicon in decem oratores Atticos ΕΙΣΑΓΓΕΛΙΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, Letter e. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%95%CE%99%CE%A3%CE%91%CE%93%CE%93%CE%95%CE%9B%CE%99%CE%91

δημοσίας τινὸς δίκης ὄνομά ἐστι, τρία δ’ ἐστὶν εἴδη εἰσαγγελιῶν. ἡ μὲν γὰρ ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ ἐπιδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται, καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῷ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ ε μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει· τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν· αὗται δ’ εἰσὶ πρὸς τὸν ἄρχοντα, καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ ε μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν· εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθείη, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστὰς, καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ Ἁγνίου κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
