# Lexicon in decem oratores Atticos ΚΟΜΙΣΤΙΚΑ ΠΛΟΙΑ-ΚΡΙΩΕΥΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΚΟΜΙΣΤΙΚΑ ΠΛΟΙΑ to ΚΡΙΩΕΥΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9A%CE%9F%CE%9C%CE%99%CE%A3%CE%A4%CE%99%CE%9A%CE%91%20%CE%A0%CE%9B%CE%9F%CE%99%CE%91

Ὑπερείδης ἐν τῷ περὶ τῆς φυλακῆς τῶν Τυρρηνῶν. ἔοικε καλεῖσθαι κομιστικὰ πλοῖα ἐν οἷς ἐκόμιζον οἱ Τυρρηνοὶ τὰ ληφθέντα λάφυρα, ὡς αὐτὸς ὁ ῥήτωρ ὑποσημαίνει ἐν τῷ λόγῳ. ΚΟΜΜΑΤΑ καὶ ΚΥΡΗΒΙΑ· Δείναρχος ἐν τῇ κατὰ Καλλισθένους εἰσαγγελίᾳ. τὰ μὲν κυρήβιά ἐστι τὰ πίτυρα, τὰ δὲ κόμματα ἔοικεν εἶναι μέρη τινὰ ἢ τῆς καλάμης ἢ τῶν περὶ τὸν σῖτον αὐτὸν ἐν τῷ στάχυϊ γινομένων ἢ τῶν ἀνθερίκων. Δημοσθένης Φιλιππικοῖς. ὁ κόρδαξ κωμικῆς ὀρχήσεώς ἐστιν εἶδος, καθάπερ φησὶν Ἀριστόξενος ἐν τῷ περὶ τῆς τραγικῆς ὀρχήσεως. ἔστι δὲ τοὔνομα καὶ ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ, ὡς παρὰ Νικοφῶντι. Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. τοὺς ἐκ πηλοῦ ἢ κηροῦ ἤ τινος τοιαύτης ὕλης πλάττοντας κόρας ἢ κόρους οὕτως ὠνόμαζον. Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. πόλις ἐστὶ τῆς Βοιωτίας Κορσιαὶ, ὡς Θεόπομπος ἐν τῇ λ. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. ἔοικε τὸ ὄρος τῆς Εὐβοίας εἶναι· Ἀρχέμαχος γοῦν ἐν γ Εὐβοϊκῶν φησὶ Κότυλος μὲν οὖν φαίνεται κατασχεῖν τὸ ὄρος τὸ νῦν ἀπ’ ἐκείνου Κοτύλαιον καλούμενον. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. οὗτος ἦρξε τῆς Θρᾴκης ἔτη κδ, διῆγε δὲ τὰ μὲν πρῶτα ἐν τρυφαῖς καὶ ἡδυπαθείαις, ἔπειτα αὔξησιν λαμβανούσης αὐτῷ τῆς εὐπραγίας εἰς ὠμότητα καὶ ὀργὴν ἐξηνέχθη, ὡς καὶ τὴν γυναῖκα, ἐξ ἧς αὐτῷ ἦν τέκνα, διέκοψε μέσην ταῖς αὑτοῦ χερσὶν, ἀπὸ τῶν αἰδοίων ἀρξάμενος. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. Δίδυμός φησι δεῖν γράφεσθαι Κραυγαλλίδαι· οὕτω γὰρ λέγεσθαι τὴν ἐν Φωκεῦσι πλησίον Κίρρας χώραν Κραυγάλλιον, ὡς καὶ Ξεναγόρας ἐν δ Χρόνων ἱστορεῖ. Δείναρχος ἐν τῷ πρὸς Λυσικράτην. κραστις ἐστὶν ἡ πόα, ὡς καὶ Ἀριστοφάνης. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Κριθώτη μία πόλις τῶν ἐν Χερρονήσῳ, καθά φησιν Ἑλλάνικος ἐν α Τρωϊκῶν. Ἔφορος δ’ ἐν τῇ δ φησὶν αὐτὴν κατοικισθῆναι ὑπὸ Ἀθηναίων τῶν μετὰ Μιλτιάδου ἐκεῖ παραγενομένων. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ περὶ τῶν δήμων.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
