# Lexicon in decem oratores Atticos ΚΥΔΑΘΗΝΑΙΕΥΣ-ΚΥΠΑΣΣΙΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΚΥΔΑΘΗΝΑΙΕΥΣ to ΚΥΠΑΣΣΙΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9A%CE%A5%CE%94%CE%91%CE%98%CE%97%CE%9D%CE%91%CE%99%CE%95%CE%A5%CE%A3

Ὑπερείδης ἐν τῷ περὶ τοῦ Ἱππέως κλήρου. Κυδαθήναιον δῆμός ἐστι φυλῆς τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης Κυδαθηναιεύς. Ὑπερείδης ἐν τῷ πρὸς Πολύευκτον. δῆμός ἐστι τῆς Αἰγηΐδος Κυδαντίδαι. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. Κύθηρος δῆμος τῆς Πανδιονίδος, ἀφ’ οὗ ὁ δημότης λέγεται Κυθήριος. Δημοσθένης ἐν τῷ περὶ συντάξεως. Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ. Δείναρχος ἐν τῷ κατὰ Καλλαίσχρου. κύκλοι ἐκαλοῦντο οἱ τόποι ἐν οἷς ἐπωλοῦντό τινες· ὠνομάσθησαν δὲ ἀπὸ τοῦ κύκλῳ περιεστάναι τοὺς πωλουμένους. Μένανδρος Ἐφεσίῳ ἐγὼ μὲν ἤδη μοι δοκῶ νὴ τοὺς θεοὺς ἐν τοῖς κύκλοις ἐμαυτὸν ἐκδεδυκότα ὁρᾶν, κύκλῳ τρέχοντα καὶ πωλούμενον. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. εἶδός τι ἐκπώματος τὸ κυμβίον. φησὶ δὲ Δίδυμος ἐπίμηκες αὐτὸ εἶναι καὶ στενὸν καὶ τῷ σχήματι παρόμοιον τῷ πλοίῳ ὃ καλεῖται κυμβίον. Λυκοῦργος ἐν τῇ διαδικασίᾳ Κροκωνιδῶν πρὸς Κοιρωνίδας. γένος ἐστὶ παρ’ Ἀθηναίοις οἱ Κυννίδαι. Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Κυνόσαργες. ὄνομα κύριον. Δημοσθένης ἐν τῷ περὶ τῆς τῶν Ῥοδίων ἐλενθερίας Σάμον δὲ φρουρουμένην ὑπὸ Κυπροθέμιδος, ὃν κατέστησε Τιγράνης ὁ βασιλέως ὕπαρχος. Λυσίας ἐν τῷ ὑπὲρ Βακχίου καὶ Πυθαγόρου, εἰ γνήσιος. οἱ γλωσσογράφοι χιτῶνος εἶδός φασιν αὐτὸν εἶναι τὸν κύπασσιν, οἱ μὲν γυναικείου, οἱ δὲ ἀνδρείου. μέμνηται δ’ αὐτοῦ Ἱππῶνάξ τε καὶ Ἑκαταῖος ἐν περιόδῳ Εὐρώπης, λέγων Κίσσιοι δὲ ἐσθῆτα φορέουσι κυπάσσεις Περσικούς, καὶ Ἀριστοφάνης ἐν τοῖς Ταγηνισταῖς.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
