# Lexicon in decem oratores Atticos ΛΑΜΠΤΡΕΙΣ-ΛΕΩΚΟΡΕΙΟΝ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΛΑΜΠΤΡΕΙΣ to ΛΕΩΚΟΡΕΙΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9B%CE%91%CE%9C%CE%A0%CE%A4%CE%A1%CE%95%CE%99%CE%A3

Δημοσθένης ἐν τῷ πρὸς Κάλλιππον. Λαμπτραὶ δῆμος τῆς Ἐρεχθηΐδος, ὡς Διόδωρός φησι. δύο δ’ εἰσὶ Λαμπτραὶ, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν· Ἀριστοφάνης Ἀμφιάρεῳ Λαμπτρεὺς ἔγωγε τῶν κάτω. Λυσίας ἐν τῷ πρὸς Καλλιππίδην. λάρκος ἐστὶ φορμὸς εἰς ὃν ἄνθρακας ἐνέβαλλον. κέχρηνται τῷ ὀνόματι ἄλλοι τε καὶ Ἀριστοφάνης Ἀχαρνεῦσιν. τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι οὕτως ἐλέγετο· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Λυκοῦργος ἐν τῷ κατὰ Λυσικλέους. πόλις ἐστὶ τῆς Βοιωτίας. Δημοσθένης ἐν τῷ πρὸς Ζηνόθεμιν. εἶδος νεὼς ὁ λέμβος· πολλάκις δὲ εἴρηται ἐν τῇ κωμῳδίᾳ. Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος οὐδ’ ἐθέλεις εὕδειν χαλκήῖον ἐς δόμον ἐλθὼν ἠέ που ἐς λέσχην. Κλεάνθης ἐν τῷ περὶ θεῶν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας φησὶν, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι αὐτὰς, καὶ παρ’ ἐνίοις τὸν θεὸν λεσχηνόριον ἐπικαλεῖσθαι. Δημοσθένης ἐν θ Φιλιππικῶν. νῆσός ἐστι πρὸ τῆς Ἠπείρου κειμένη. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος ἐστεφανωμένους τῷ μαράθῳ καὶ τῇ λεύκῃ. οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ στέφονται διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτὸν, χθόνιον δὲ καὶ τὸν τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φασὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ ἀχερωΐδα καλεῖσθαι παρ’ Ὁμήρῳ· ἤριπε δ’ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή. Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην. πλειόνων οὐσῶν Λευκῶν, ὡς Δημήτριος ὁ Μάγνης δηλοῖ, ἔοικε, τῆς ἐν Προποντίδι μνημονεύειν ὁ ῥήτωρ νῦν. Δημοσθένης ἐν τῷ κατ’ Ἀφόβου. Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ χωρίον Βοιώτιον περὶ Θεσπιάς. ἐν τῇ πρὸς τὴν Μιξιδήμου γραφὴν ἀπολογίᾳ φησὶ Λυσίας ὅτι τὸ Λέχαιον ἑάλω Μνασίππου ἄρχοντος. ἔστι δὲ τὸ Λέχαιον ἐπίνειον Κορινθίων. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐν θ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
