# Lexicon in decem oratores Atticos ΛΗΞΙΑΡΧΙΚΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ-ΛΟΓΙΣΜΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΛΗΞΙΑΡΧΙΚΟΝ ΓΡΑΜΜΑΤΕΙΟΝ to ΛΟΓΙΣΜΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9B%CE%97%CE%9E%CE%99%CE%91%CE%A1%CE%A7%CE%99%CE%9A%CE%9F%CE%9D%20%CE%93%CE%A1%CE%91%CE%9C%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%9F%CE%9D

Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου, εἰς ὃ ἐνεγράφοντο οἱ τελεωθέντες τῶν παίδων, οἷς ἐξῆν ἤδη τὰ πατρῷα οἰκονομεῖν, παρ’ ὃ καὶ τοὔνομα γεγονέναι, διὰ τὸ τῶν λήξεων ἄρχειν· λήξεις δ’ εἰσὶν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι, ὡς καὶ Δείναρχος ἐν τῇ α καθ’ Ἡγελόχου συνηγορίᾳ ὑπὲρ ἐπικλήρου. τὸ ἔγκλημα, καθ’ ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην· Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει. Ὑπερείδης κατὰ Δημάδου. Λητὴ πόλις ἐστὶ τῆς Μακεδονίας, μνημονεύει δὲ αὐτῆς πολλάκις Μαρσύας ὁ νεώτερος ἐν ς Μακεδονικῶν. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος τῶν τε παρόντων καθ’ ἕνα ἡμῖν οὑτωσὶ καὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασι δ’ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γ ὑποσημαίνουσιν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπιτήδειόν ἐστιν· ὁ τοῦτο οὖν φέρων λικνοφόρος λέγοιτ’ ἄν. Δείναρχος Τυρρηνικῷ. μία τῶν καλουμένων Αἰόλου νήσων περὶ τὴν Σικελίαν ἡ Λιπάρα, ὡς Εὔδοξος ζ περιόδου. ἡ λογιστικὴ τέχνη· Ἰσοκράτης Βουσίριδι.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
