# Lexicon in decem oratores Atticos ΜΑΙΜΑΚΤΗΡΙΩΝ-ΜΑΣΤΕΙΡΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΜΑΙΜΑΚΤΗΡΙΩΝ to ΜΑΣΤΕΙΡΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9C%CE%91%CE%99%CE%9C%CE%91%CE%9A%CE%A4%CE%97%CE%A1%CE%99%CE%A9%CE%9D

ὁ πέμπτος μὴν παρ’ Ἀθηναίοις· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον. ὠνόμασται δὲ ἀπὸ Διὸς μαιμάκτου. μαιμάκτης δ’ ἐστὶν ὁ ἐνθουσιώδης καὶ ταρακτικὸς, ὥς φησι Λυσιμαχίδης ἐν τῷ περὶ τῶν Ἀθήνησι μηνῶν· ἀρχὴν δὲ λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτῳ τῷ μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον, οὗ καὶ Ἡσίοδος μέμνηται ἐν γ Γυναικῶν καταλόγῳ. Παλαίφατος δ’ ἐν ζ Τρωϊκῶν ἐν τῇ Λιβύῃ φησὶν ὑπεράνω Κόλχων οἰκεῖν τοὺς Μακροκεφάλους. Δημοσθένης θ Φιλιππικῶν φησὶ μένομεν καὶ μαλακιζόμεθα. ἐν ἐνίοις γράφεται μαλκίομεν, ὅπερ δηλοῖ τὸν ὄρρον φρίττειν. Αἰσχύλος ἔλα, δίωκ’ ἀκμῆτι μαλκίων ποδί. ὁ μεμαλαγμένος κηρός· Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. Ἱππῶναξ ἔπειτα μάλθῃ τὴν τρόπιν παραχρίσας. Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης περὶ Λακεδαιμονίων λέγων φησὶ Μαντινέας διῴκισαν, καὶ Ἔφορος ἐν τῇ κ φησὶν ὅτι εἰς ε κώμας τὴν Μαντινέων διῴκισαν πόλιν Λακεδαιμόνιοι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπωνυμίαν δὲ Ἀλεξάνδρῳ Μαργίτην ἔθετο. καὶ Μαρσύας ἐν ε τῶν περὶ Ἀλεξάνδρου ἱστορεῖ λέγων Μαργίτην ὑπὸ Δημοσθένους καλεῖσθαι τὸν Ἀλέξανδρον. ἐκάλουν δὲ τοὺς ἀνοήτους οὕτω διὰ τὸν εἰς Ὅμηρον ἀναφερόμενον Μαργίτην, ὅπερ ποίημα Καλλίμαχος θαυμάζειν ἔοικεν. Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ. τόπος ἐστὶ τῆς Ἀττικῆς. ἔστι μέντοι καὶ πόλις ἐν Θρᾴκῃ Μαρώνεια, ἥν φασιν εἶναι τὴν ὑφ’ Ὁμήρου Ἴσμαρον καλουμένην· μνημονεύουσι δὲ αὐτῆς Δημοσθένης τε ἐν τῷ πρὸς Πολυκλέα καὶ Ἔφορος ἐν τῇ δ. Ἰσοκράτης μέν φησιν ἐν Ἀρχιδάμῳ ὡς Φωκαεῖς φυγόντες τὴν τοῦ μεγάλου βασιλέως δεσποτείαν εἰς Μασσαλίαν ἀπῴκησαν· ὅτι δὲ πρὸ τούτων τῶν χρόνων ἤδη ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ. ἐν η Φιλιππικῶν Δημοσθένης τῶν μὲν ἐν Θρᾴκῃ κακῶν· τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν; μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρ’ Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
