# Lexicon in decem oratores Atticos ΜΕΤΟΙΩΝΙΣΑΣΘΑΙ-ΜΟΥΝΤΧΙΩΝ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΜΕΤΟΙΩΝΙΣΑΣΘΑΙ to ΜΟΥΝΤΧΙΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%9C%CE%95%CE%A4%CE%9F%CE%99%CE%A9%CE%9D%CE%99%CE%A3%CE%91%CE%A3%CE%98%CE%91%CE%99

ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνὸν Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους. ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων, ὡς Δείναρχος ἐν τῷ κατὰ Καλλισθένους. ἦσαν δὲ τὸν ἀριθμὸν ι, ε μὲν εἰς Πειραιᾶ, ε δ’ εἰς ἄστυ, εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ. Λυσίας ἐν τῇ ὑπὲρ τοῦ Ἐρατοσθένους φόνου ἀπολογίᾳ. μέταυλός ἐστιν ἡ ῥυπαρὰ λεγομένη αὐλὴ, οὗ ὄρνιθες ἦσαν· Ἀριστοφάνης Λημνίαις καὶ Μένανδρος Θαΐδι. Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. πόλις ἐστὶν ἐν Θρᾴκῃ σταδίους κ ἀπέχουσα τῆς Ὀλύνθου ἡ Μηκύβερνα. Ὑπερείδης ἐν τῷ κατ’ Αὐτοκλέους. ἔστι δὲ εἷς τῶν λ τῶν παρ’ Ἀθηναίοις τυραννησάντων. Λυκοῦργος ἐν τῷ κατ’ Ἀριστογείτονος. τοὺς νόμους ἔθεντο ἀναγράψαντες ἐν τῷ μητρῴῳ· δηλοῖ Δείναρχος ἐν τῷ κατὰ Πυθέου. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας καὶ Μίκωνα τὸν γράψαντα καταδεῶς τοὺς Ἕλληνας ἐζημίωσαν. Λυσίας ἐν τῷ περὶ τοῦ Διογένους κλήρου φησὶ Μόλπις ὁ τῶν ι τῶν ἐν Πειραιεῖ. οἱ δ’ ἄρα κατὰ τοὺς λ δέκα ἄνδρες ἦρχον ἐν Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις, ὡς Ἀνδροτίων ἐν γ Ἀτθίδος. ὄνομα κύριον, Σαλαμίνιος, τῶν παρ’ Ἀθηναίοις οὐκ ἀφανῶς πολιτευσαμένων. ἀντὶ τοῦ μέρους μεταλαβεῖν Ἀντιφῶν ἐν τῇ πρὸς Καλλίου ἔνδειξιν ἀπολογίᾳ. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. τόπος παραθαλάσσιος ἐν τῇ Ἀττικῇ. Ἑλλάνικος δὲ ἐν β Ἀτθίδος ὠνομάσθαι φησὶν ἀπὸ Μουνύχου τινὸς βασιλέως τοῦ Παντακλέους. Ὑπερείδης ἐν τῷ ὑπὲρ Ξενοφίλου. ὁ δέκατος μὴν παρ’ Ἀθηναίοις οὕτω καλεῖται, ἐν δὲ τούτῳ τῷ μηνὶ Ἀρτέμιδι θύεται Μουνυχίᾳ.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
