# Lexicon in decem oratores Atticos ΠΟΛΕΜΑΡΧΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, Letter p. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%A0%CE%9F%CE%9B%CE%95%CE%9C%CE%91%CE%A1%CE%A7%CE%9F%CE%A3

Ἰσαῖος ἐν ἀπολογίᾳ ἀποστασίου πρὸς Ἀπολλόδωρον. ἀρχή τις ἦν παρ’ Ἀθηναίοις οὕτω καλουμένη, ἔστι δὲ εἷς τῶν θ ἀρχόντων. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος, πρὸς ταῦτά φησιν αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἄλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος. εἰκότως οὖν ὁ ῥήτωρ ἐν τῷ προειρημένῳ λόγῳ ἐγγυῆσαί φησι πρὸς τῷ πολεμάρχῳ Ἀπολλόδωρον· ὁ γὰρ Ἀπολλόδωρος Σάμιος τὸ γένος μέτοικος ἦν. ὅτι δὲ καὶ κύριον ὄνομα ὁ Πολέμαρχος τοῦ Λυσίου ἀδελφὸς αὐτός τε ὁ Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους καὶ Πλάτων ἔν τε τῷ α τῆς Πολιτείας καὶ ἐν Φαίδρῳ φησίν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
