# Lexicon in decem oratores Atticos ΠΟΛΙΟΧΟΣ-ΠΟΛΥΓΝΩΤΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΠΟΛΙΟΧΟΣ to ΠΟΛΥΓΝΩΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%A0%CE%9F%CE%9B%CE%99%CE%9F%CE%A7%CE%9F%CE%A3

ΠΟΛΙΟΧΟΣ καὶ ΠΟΛΥΑΛΚΗΣ· ὀνόματα κύρια. ΠΟΜΠΕΙΑΣ καὶ ΠΟΜΠΕΥΕΙΝ· ἀντὶ τοῦ λοιδορίας καὶ λοιδορεῖν Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. μεταφέρει δὲ ἀπὸ τῶν ἐν ταῖς Διονυσιακαῖς πομπαῖς ἐπὶ τῶν ἁμαξῶν λοιδορουμένων ἀλλήλοις· Μένανδρος Περινθίᾳ ἐπὶ τῶν ἁμαξῶν εἰσι πομπεῖαί τινες σφόδρα λοίδοροι. ΠΟΜΠΕΙΑ δὲ λέγεται τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη, ὡς ὁ αὐτὸς ῥήτωρ κατ’ Ἀνδροτίωνος ὑποσημαίνει. πομπείοις δέ φησι Φιλόχορος πρότερον ἐχρῶντο οἱ Ἀθηναῖοι τοῖς ἐκ τῆς οὐσίας τῶν λ κατασκευασθεῖσιν. ὀψὲ δέ φησι καὶ Ἀνδροτίων ἄλλα κατεσκεύασεν. Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει. Πόρος ἐστὶ δῆμος τῆς Ἀκαμαντίδος· ὁ δὲ δημότης Πόριος. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. πόλις ἐστὶ τῆς Εὐβοίας. Λυκοῦργος ἐν τῷ περὶ τῆς ἱερείας. περὶ Πολυγνώτου τοῦ ζωγράφου, Θασίου μὲν τὸ γένος, υἱοῦ δὲ καὶ μαθητοῦ Ἀγλαοφῶντος, τυχόντος δὲ τῆς Ἀθηναίων πολιτείας ἤτοι ἐπεὶ τὴν Ποικίλην στοὰν ἔγραψε προῖκα, ἢ ὡς ἕτεροι, τὰς ἐν τῷ Θησείῳ καὶ τῷ ἀνακείῳ γραφὰς, ἱστορήκασιν ἄλλοι τε καὶ Ἀρτέμων ἐν τῷ περὶ ζωγράφων καὶ Ἰόβας ἐν τοῖς περὶ γραφικῆς.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
