# Lexicon in decem oratores Atticos ΠΟΛΥΣΤΡΑΤΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, Letter p. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%A0%CE%9F%CE%9B%CE%A5%CE%A3%CE%A4%CE%A1%CE%91%CE%A4%CE%9F%CE%A3

Λυσίας ἐν τῷ κατὰ Θρασυβούλου, εἰ γνήσιος. Πολύστρατος αἰτίαν ἔχων τοὺς Ἑρμᾶς περικόψαι ἀνῃρέθη ὑπὸ Ἀθηναίων. ἕτερος δ’ ἂν εἴη Πολύστρατος ὑπὲρ οὗ λόγος ἐστὶ Λυσίᾳ ἐπιγραφόμενος ʽὑπὲρ Πολυστράτου δήμου καταλύσεως ἀπολογία.ʼ ἄλλος δ’ ἂν εἴη Πολύστρατος οὗ Δημοσθένης μνημονεύει ἐν Φιλιππικοῖς, λέγων αὐτόν ποτε ἐν Κορίνθῳ ξενικὸν τρέφειν. μήποτε μέντοι ἐνταῦθα δεῖ γράφειν Πολύτροπον ἀντὶ τοῦ Πολυστράτου· παρὰ μηδενὶ γάρ φησιν ὁ Δίδυμος εὑρηκέναι τὸν Πολύστρατον ἡγησάμενον τοῦ ἐν Κορίνθῳ ξενικοῦ. τὸν Πολύτροπον μὲν οὖν ἐν τῇ ς τῶν Ἑλληνικῶν Ξενοφῶντος εὗρον· ἀλλ’ οὔτε τὸ ξενικὸν τοῦτο ἔφησεν ὁ Ξενοφῶν τρέφεσθαι ὑπ’ Ἀθηναίων οὔτε αὐτὸς Ἀθηναῖος ἦν ὁ Πολύτροπος.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
