# Lexicon in decem oratores Atticos ΣΥΝΔΙΚΟΙ-ΣΦΟΔΡΙΑΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΣΥΝΔΙΚΟΙ to ΣΦΟΔΡΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%A3%CE%A5%CE%9D%CE%94%CE%99%CE%9A%CE%9F%CE%99

Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Δημοφάνους φησὶν οἳ μετὰ τὰ ἐκ Πειραιῶς, ὡς ἐγὼ ἀκούω, σύνδικοι ἦσαν, πρὸς οὓς τὰ δημευόμενα ἀπεφέρετο. καὶ Λυσίας ἐν τῷ κατὰ Δεξίππου, εἰ γνήσιος, καὶ ποῦ ἑτέρωθι ἀνδρεῖός ἐστιν οὗτος; πρὸς τοῖς θεσμοθέταις γραφὰς γραφόμενος, πρὸς τοῖς συνδίκοις ἀπογραφὰς ἀπογράφων. μήποτ’ οὖν ἀρχή τις ἦν καθεσταμένη μετὰ τὴν ἐκ Πειραιῶς κάθοδον. Ἀντιφῶν ἐν τῇ πρὸς τὴν Δημοσθένους γραφὴν ἀπολογίᾳ καὶ ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. ἐοίκασι παρ’ Ἀθηναίοις τινὲς χειροτονεῖσθαι συνήγοροι ἐπὶ τῷ συναγορεύειν. τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ἔθους καὶ κατὰ μῆνα ἐγίνοντο· εἰ δέ τι ἐξαίφνης κατεπείξειεν ὥστε γενέσθαι ἐκκλησίαν, αὕτη ἐκαλεῖτο σύγκλητος ἐκκλησία· Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ἀντὶ τοῦ συντεταγμένη διοίκησις· Δημοσθένης Φιλιππικοῖς καὶ μίαν σύνταξιν εἶναι τὴν αὐτὴν τοῦ τε λαμβάνειν καὶ τοῦ ποιεῖν τὰ δέοντα. ἔλεγον δὲ καὶ τοὺς φόρους συντάξεις, ἐπειδὴ χαλεπῶς ἔφερον οἱ Ἕλληνες τὸ τῶν φόρων ὄνομα, Καλλιστράτου οὕτω καλέσαντος, ὥς φησι Θεόπομπος ἐν ί Φιλιππικῶν. Ὑπερείδης Δηλιακῷ σύνταξιν ἐν τῷ παρόντι οὐδενὶ διδόντες, ἡμεῖς δέ ποτε ἠξιώσαμεν λαβεῖν. οἱ συνδαπανῶντες καὶ συνεισφέροντες· τὸ δὲ πρᾶγμα ΣΥΝΤΕΛΕΙΑ καλεῖται, ὡς ἔστιν εὑρεῖν ἐν τῷ Ἀντιφῶντος περὶ τοῦ Σαμοθρᾳκῶν φόρου. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Ἰσαῖος ἐν τῷ πρὸς δημότας περὶ χωρίου. Σφηττὸς δῆμος τῆς Ἀκαμαντίδος. Ἰσαῖος ἐν τῷ κατὰ Μεγαρέων, εἰ γνήσιος. στρατηγὸς Λακεδαιμονίων ὁ Σφοδρίας. φησὶ δ’ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
