# Lexicon in decem oratores Atticos ΦΡΑΤΕΡΕΣ-ΧΕΡΝΙΒΩΝ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ΦΡΑΤΕΡΕΣ to ΧΕΡΝΙΒΩΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%CE%A6%CE%A1%CE%91%CE%A4%CE%95%CE%A1%CE%95%CE%A3

Δημοσθένης περὶ τοῦ ὀνόματος. φρατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς, φρατέρες δὲ οἱ τῆς αὐτῆς φρατρίας μετέχοντες, καὶ ΦΡΑΤΡΙΖΕΙΝ τὸ τῆς αὐτῆς φρατρίας μετέχειν· ΦΡΑΤΡΙΑΡΧΟΣ δ’ ἐστὶν ὁ τῆς φρατρίας ἄρχων. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. ἔστι δὲ δῆμος τῆς Λεοντίδος. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Ἡρώδου φόνου ἀντὶ τοῦ ἐκποδών. παρὰ πολλοῖς δὲ τοὔνομα ἐστίν. φρυκτωρεῖν ἐστι κυρίως τὸ διὰ πυρσῶν ἀνατεινομένων σημαίνειν ὁτιοῦν· Δείναρχος ἐν τῇ Αἰσχίνῃ συνηγορίᾳ κατὰ Δεινίου. Αἰσχίνης κατὰ Κτησιφῶντος. ἦν δὲ Ἀθηναίοις περιβόητος ἐπὶ πονηρίᾳ, οὐδὲν ἧττον Εὐρυβάτου. Δημοσθένης κατ’ Αἰσχίνου. οὗτος τῶν ι πρέσβεων εἷς ἦν τῶν μετ’ Αἰσχίνου καὶ Δημοσθένους. Δημοσθένης Φιλιππικοῖς. φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί. Ἰσοκράτης ἐν τῷ περὶ τῆς εἰρήνης. δῆμός ἐστι Φυλὴ τῆς Οἰνηΐδος· Μένανδρος Δυσκόλῳ τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον Φυλὴν, τὸ Νυμφαῖον δ’ ὅθεν προέρχομαι Φυλασίων. Φιλόχορος δ’ ἐν ζ Ἀτθίδος φρούριον αὐτό φησιν εἶναι. χ. Δημοσθένης τὸ χαράκωμα ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. Μένανδρος Ἀσπίδι πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν. Ὑπερείδης ἐν τῷ κατὰ Δημέου ξενίας. τὰ Χαλκεῖα ἑορτὴ παρ’ Ἀθηναίοις τῇ Ἀθηνᾷ ἀγομένης Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν ἀλλ’ Ἡφαίστῳ. γέγραπται δὲ καὶ Μενάνδρῳ δρᾶμα Χαλκεῖα. εἷς τῶν λ· Λυσίας. Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος καὶ χερνίβων καὶ κανῶν ἁψόμενον. εἴη δ᾽ ἂν ἀπ’ ὀρθῆς τῆς χέρνιψ γενικὴ πληθυντικὴ χερνίβων· τῆς γὰρ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοὶ ὡς παραλαμβανομένης εἰς τὰς θυσίας. ὁ γοῦν Ἀριστοφάνης ἐν Ὄρνισί φησι παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
