# Lexicon in decem oratores Atticos ἈΓΥΡΡΙΟΣ-ἈΔΟΚΙΜΑΣΤΟΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΓΥΡΡΙΟΣ to ἈΔΟΚΙΜΑΣΤΟΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%93%CE%A5%CE%A1%CE%A1%CE%99%CE%9F%CE%A3

δημαγωγὸς οὗτος οὐκ ἀφανής· Δημοσθένης ἐν τῷ κατὰ Τιμοκράτους. τὸ ἀγωνίζεσθαι Ἰσοκράτης ἐν τῷ περὶ τῆς ἀντιδόσεως. ἀντὶ τοῦ ἀγωνιζόμενοι παρὰ τῷ αὐτῷ ἐν τῷ Πανηγυρικῷ. ἀντὶ τοῦ ἀνενδεής παρ’ Ἀντιφῶντι Ἀληθείας α. ἀντὶ τοῦ ἀδελφὸν καλεῖν παρ’ Ἰσοκράτει ἐν Αἰγινητικῷ καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐν β Γενεαλογιῶν καὶ Στράττιδι καὶ Ἀπολλοφάνει ἐν Ἰφιγέροντι. ἀπορούσης. Λυσίας λέγει ἐν τῇ ὑπὲρ Εὐκρίτου διαμαρτυρίᾳ, εἰ γνήσιος ὁ λόγος, καὶ ἈΔΗΦΑΓΟΝ ΠΕΝΥΗΚΟΝΤΟΡΟΝ Φίλιστος· λέγοιεν δ’ ἂν τὰς ἐντελομίσθους καὶ πολλὰ ἀναλισκούσας. ἔοικε δὲ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τελείων καὶ ἀγωνιστῶν λέγεσθαι, οἵτινες εἰώθασιν ἔδμεναι ἄδδην κατὰ τὸν ποιητήν. Ἀλκαῖος δὲ ἐν τῇ κωμῳδοτραγῳδίᾳ τοὺς πότας λύχνους ἀδηφάγους εἶπεν. τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀντιφῶν εἶπεν. οἷον ἀδικήματος. ἔστι δὲ ὄνομα δίκης. ἀποτίνυται δὲ τοῦτο ἁπλοῦν, ἐὰν πρὸ τῆς θ πρυτανείας ἀποδοθῇ· εἰ δὲ μὴ, διπλοῦν καταβάλλεται. δοκιμασθῆναι τὸ εἰς ἄνδρας ἐγγραφῆναι, καὶ ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος παρὰ Λυσίᾳ ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
