# Lexicon in decem oratores Atticos ἈΜΜΩΝΙΣ-ἌΜΦΙΣΣΑ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΜΜΩΝΙΣ to ἌΜΦΙΣΣΑ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%9C%CE%9C%CE%A9%CE%9D%CE%99%CE%A3

ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου. Πισσούθνου νόθος υἱός ἐστιν. ἔστι παραπλήσιόν τι βύσσῳ· Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. μνημονεύουσι δὲ οἱ κωμικοὶ πολλάκις τῶν ἀμοργίνων, ὡς καὶ Ἀριστοφάνης Λυσιστράτῃ καὶ Εὔπολις Πόλεσιν. ἀντὶ τοῦ ἀγνοεῖν ἢ ἐνδοιάζειν περὶ τῆς γνώσεως, ὡς καὶ Λυσίας ἐν τῷ πρὸς Αἰσίωνα περὶ τῆς τῶν βιβλίων κλοπῆς, εἰ γνήσιος ὁ λόγος. εἰσὶ περισκελίδες τινές· Ἀριστοφάνης Θεσμοφοριαζούσαις. ἰδίως δὲ Λυσίας ἐν τῷ κατ’ Εὐθυδίκου φησὶν οὐ δυνάμενος δ’ ἐκβαλεῖν διὰ τὸ ἀμφιδέαις δεδέσθαι τὰς θύρας. Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως, εἰ γνήσιος ὁ λόγος. ἡμέρα τις ἤγετο ἐπὶ τοῖς νεογνοῖς παιδίοις, ἐν ᾗ τὸ βρέφος περὶ τὴν ἑστίαν ἔφερον τρέχοντες, καὶ ὑπὸ τῶν οἰκείων καὶ φίλων πουλύποδας καὶ σηπίας ἐλάμβανον. συνέδριόν ἐστιν Ἑλληνικὸν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων, ὥς φησι Θεόπομπος ἐν η ʽταῦτα δ’ ἦν ιβ, Ἴωνες Δωριεῖς Περραιβοὶ Βοιωτοὶ Μάγνητες Ἀχαιοὶ Φθιῶται Μηλιεῖς Δόλοπες Αἰνιᾶνες Δελφοὶ Φωκεῖσ̓, ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν. Ἀντιφῶν περὶ τοῦ Λινδίων φόρου. πόλις αὕτη τῆς Θρᾴκης. πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν ιβ Ἀτθίδος. Μαρσύας δ’ ἐν Μακεδονικοῖς διὰ τὸ περιοικεῖσθαι τὸν τόπον Ἀμφίπολιν ὠνομάσθαι, πρότερον Ἄκραν καλουμένην· οἱ δὲ Ἄρεος πόλις. ἈΜΦΙΣΒΗΤΕΙΝ καὶ ΠΑΡΑΚΑΤΑΒΑΛΛΕΙΝ· οἱ τῶν κλήρων ἐπιδικαζόμενοι ἀμφισβητεῖν ἢ παρακαταβάλλειν λέγονται, οἱ μὲν οὐ φάσκοντες ἐπίδικον εἶναι τὸν κλῆρον ὡς ὄντος παιδὸς τῷ τετελευτηκότι ἢ γόνῳ ἢ ποιήσει, οἱ δὲ ὡς ἄπαιδος τελευτήσαντος δικαιότερον λέγοντες ἔχειν αὐτοὺς τὸν κλῆρον τοῦ λαχόντος, ἢ συγγενεῖς ὄντες ἢ κατὰ διαθήκας κληρονόμοι. οὕτω Δημοσθένης καὶ Ὑπερείδης περὶ τοῦ παρακαταβάλλειν διεσάφησαν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει Ἀνδραίμων δὲ ἦν οἰκιστὴς, Ἄμφισσαν δ’ ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
