# Lexicon in decem oratores Atticos ἈΜΦΟΤΕΡΟΠΑΟΥΝ-ἈΝΑΚΡΙΣΙΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΜΦΟΤΕΡΟΠΑΟΥΝ to ἈΝΑΚΡΙΣΙΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%9C%CE%A6%CE%9F%CE%A4%CE%95%CE%A1%CE%9F%CE%A0%CE%91%CE%9F%CE%A5%CE%9D

Δημοσθένης ἐν τῷ κατὰ Διονυσοδώρου. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον ἐπὶ τῷ καὶ ἐνθένδε πλεῦσαί ποι κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. ἀντὶ τοῦ ἑνί γέ τῳ τρόπῳ Λυσίας ἐν τῷ κατ’ Ἀρισταγόρου ἐνδείξεως, εἰ γνήσιος. ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι καὶ οἱονεὶ ἀναβάλλεται Δημοσθένης Φιλιππικοῖς. τὸ μηνύειν τὸν πεπρακότα καὶ ἐπ’ ἐκεῖνον ἰέναι Λυσίας ἐν τῷ πρὸς Βοίωνα, εἰ γνήσιος, καὶ Δείναρχος. Αἰσχίνης κατὰ Κτησιφῶντος. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους· ἐὰν δὲ ἐναγεῖς, τοὺς ἐν τῷ ἄγει, τουτέστιν ἐν τῷ μιάσματι. ἀντὶ τοῦ ἀναπειθόμενος Ἀντιφῶν, Ἰσαῖος, Ηρόδοτος ἐν α. ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλλον λέγεσθαι. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. δῆμός ἐστιν Ἀναγυροῦς τῆς Ἐρεχθηΐδος φυλῆς, ἔνθεν ὁ δημότης Ἀναγυράσιος. τὸ ἄνωθεν δικάσασθαι· οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἈΝΑΔΙΚΟΙ ΚΡΙΣΕΙΣ, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. Ἀντιφῶν ἐν τῷ περὶ ὁμονοίας ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῷ προτέρῳ βίῳ. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. ἀντὶ τοῦ ἀναληφθεὶς καὶ τραφεὶς παρ’ Ἰσοκράτει Φιλίππῳ. κοινῶς μὲν τὸ ἀρνεῖσθαι, ἰδίως δὲ ἐπὶ τῶν κατὰ τοὺς γάμους καὶ τὰ ἀφροδίσια λέγεται· Δημοσθένης ἐν τῇ ὑπὲρ Φιρμίωνος παραγραφῇ, Πλάτων Φάωνι, Μένανδρος Σικυωνίῳ. Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. δῆμος φυλῆς Ἱπποθωντίδος ἡ Ἀνάκαια. δῶρα διδόμενα ταῖς νύμφαις παρά τε τοῦ ἀνδρὸς καὶ τῶν οἰκείων καὶ φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ὥστε ὁραθῆναι τοῖς ἀνδράσι. καλεῖται δὲ τὰ αὐτὰ καὶ ἐπαύλια. ταῦτα δ’ εἰσὶ τὰ παρ’ ἡμῖν θεώρετρα. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. ἱερὸν τῶν Διοσκούρων. ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα. ἐξετάζουσι δὲ καὶ εἰ ὅλως εἰσάγειν χρή. πολλάκις δέ ἐστι παρὰ τοῖς ῥήτορσιν, ὥσπερ καὶ Λυσίας ἐν τῷ πρὸς Ἀριστόδημον.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
