# Lexicon in decem oratores Atticos ἈΠΕΙΠΕΙΝ ἀντὶ-ἈΠΛΑΣ

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ἈΠΕΙΠΕΙΝ ἀντὶ to ἈΠΛΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/harpocration-valerius/lexicon-in-decem-oratores-atticos/%E1%BC%88%CE%A0%CE%95%CE%99%CE%A0%CE%95%CE%99%CE%9D%20%E1%BC%80%CE%BD%CF%84%E1%BD%B6

ἈΠΕΙΠΕΙΝ ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆσαι Ἀντιφῶν ἐν τῷ περὶ τοῦ Λινδίων φόρου. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι παρὰ τῷ αὐτῷ. ἀντὶ τοῦ ἀποδοὺς ἐκ τῶν ἔργων ὧν εἰργάσατο Ἰσαῖος ἐν τῷ πρὸς Ἀπολλόδωρον. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος α ἀντὶ τοῦ ἀποκεκλεισμένος· ὅταν γὰρ ἡ βουλὴ περισχοινίσηται, ὡς αὐτός φησι, τότε οἱ ἄλλοι πάντες εἰσὶν ἀπεσχοινισμένοι. ὁ ἀπὸ τῆς ἅλω συγκεκομισμένος μετὰ τὸ ἀλοηθῆναι, ὅ ἐστι πατηθῆναι· Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. ἀντὶ τοῦ ἀπέχθεια Λυσίας πρὸς Μέδοντα καὶ Δείναρχος κατὰ Κηφισοκλέους. Λυσίας ἐν τῇ κατὰ Θεομνήστου, εἰ γνήσιος, ἀποκλείειν νομίζεται. ἀντὶ τοῦ ἀπειθεῖν Ἀντιφῶν κατὰ Λαισποδίου, Ἰσοκράτης ἐν τῇ ἐπιστολῇ τῇ πρὸς Φίλιππον. λέγουσι δὲ καὶ ἈΠΙΣΤΙΑΝ τὴν ἀπείθειαν, ὡς Δημοσθένης ἐν θ Φιλιππικῶν καὶ ἄλλοι πολλοί. Δημοσθένης κατὰ Κόνωνος. Καλλίστρατός φησι τὰ μονόπελμα τῶν ὑποδημάτων οὕτω καλεῖσθαι. Στράττις Λημνομέδᾳ ὑποδήματα σαυτῷ πρίασθαι τῶν ἁπλῶν.

---

Harpocration, Valerius, Lexicon in decem oratores Atticos, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1389.tlg001.local001/.
